Digital Corpus for Graeco-Arabic Studies

Anon.: Ǧawāmiʿ kitāb Ǧālīnūs fī firaq al-ṭibb ʿalā l-šarḥ wa-l-talḫīṣ li-l-Iskandarānīyīn (Alexandrian Summary of Galen's Book On the Medical Sects)

Ἀφ’ ὧν δὲ ἡ ἔνδειξις τοῦ συμφέροντος τοῖς δογματικοῖς, ἀπὸ τούτων ἡ τήρησις τοῖς ἐμπειρικοῖς. τὸ γὰρ προειρημένον ἄθροισμα τῶν συμπτωμάτων ἐπὶ τοῦ πυρέττοντος, ὃ συνδρομὴν καλεῖν εἰσιν εἰθισμένοι, τῷ μὲν δογματικῷ τὴν κένωσιν ὑπαγορεύει, τῷ δὲ ἐμπειρικῷ τὴν ὑπόμνησιν τῆς τηρήσεως. ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων πολλάκις ἑωρακὼς τὴν κένωσιν ὠφελοῦσαν, ἐλπίζει καὶ νῦν χρησάμενος ὀνήσειν. ἀλλὰ καὶ τοὺς ἀκμάζοντας τῇ ἡλικία τὴν ἱκανὴν κένωσιν ἀλύπως φέροντας οἶδεν, ἐξ ὧν πολλάκις ἑώρακεν. οὕτω δὲ καὶ ἦρος μᾶλλον ἢ θέρους, καὶ ἐν χωρίῳ εὐκράτῳ, καὶ εἰ ἔθος δέ τι κενώσεως εἴη τῷ κάμνοντι, οἷον δι’ αἱμοῤῥοΐδος, ἢ διὰ ῥινῶν, ὁ μὲν δογματικὸς ἀφέλοι ἂν καὶ διὰ τοῦτο πλέον τοῦ αἵματος ἀπὸ τῆς τοῦ πράγματος φύσεως ὁρμώμενος· ὁ δ’ ἐμπειρικὸς, ὅτι οὕτω τετήρηκεν. καὶ καθόλου φάναι, τὰς αὐτὰς ἐπὶ τῶν αὐτῶν παθῶν ἰάσεις οἵ τε δογματικοὶ καὶ οἱ ἐμπειρικοὶ παραλαμβάνουσι, περὶ τοῦ τρόπου τῆς εὑρέσεως αὐτῶν ἀμφισβητοῦντες. ἐπὶ γὰρ τοῖς αὐτοῖς φαινομένοις κατὰ τὸ σῶμα συμπτώμασιν ἔνδειξις μὲν τῆς αἰτίας γίνεται τοῖς δογματικοῖς, ἐξ ἧς τὴν θεραπείαν εὑρίσκουσιν· ὑπόμνησις δὲ τοῖς ἐμπειρικοῖς τῶν πολλάκις ὡσαύτως τετηρημένων. ἐφ’ ὧν δὲ μηδὲν ἔχουσιν οἱ δογματικοὶ φαινόμενον σύμπτωμα τὸ τὴν αἰτίαν ἐνδεικνυμένον, ἐπὶ τούτων ἐρωτᾷν οὐκ ὀκνοῦσι τὸ προκαταρκτικὸν καλούμενον αἴτιον· οἷον, εἰ κύων λυττῶν ἦν ὁ δάκνων, ἢ ἔχιδνα, ἤ τι τοιοῦτον ἄλλο. τὸ μὲν γὰρ ἕλκος αὐτὸ οὐδὲν ἀλλοιότερον μέχρι παντὸς φαίνεται τῶν ἄλλων ἑλκῶν ἢ πάντως γε κατ’ ἀρχάς. ἐπὶ μὲν γὰρ τοῦ λυττῶντος κυνὸς μέχρι παντὸς ὅμοιον φαίνεται τοῖς ὑπ’ ἄλλου τινὸς δηχθεῖσιν. ἐπὶ δὲ τῶν ἐχιδνῶν, ἐν μὲν ταῖς πρώταις ἡμέραις ὅμοιον τοῖς ἄλλοις, ὕστερον δὲ, ἡνίκα ἤδη μοχθηρῶς ἔχωσι, παθήματά τινα περὶ τὸ σῶμα ὀλέθρια προσγίνεται αὐτοῖς. τὰ δὴ τοιαῦτα συμπτώματα πάντα, ὅσα ὑπὸ τῶν  ἰοβόλων καλουμένων ζώων γίγνεται, μὴ θεραπευόμενα καλῶς εὐθὺς ἐξ ἀρχῆς, ἐσχάτως ὀλέθρια καθίστανται. τίς οὖν ἡ ὀρθὴ θεραπεία; ἢ δηλονότι κενῶσαι τὸν ἰὸν τὸν ἅμα τῇ δήξει τοῦ σώματος τοῦ δηχθέντος ἐμπεσόντα; οὐκ οὖν ἐπ’ οὐλὴν ἄγειν δεῖ καὶ κλείειν τὰ τοιαῦτα σπεύδειν, ἀλλὰ τοὐναντίον ἐπιτέμνειν πολλάκις, εἰ μικρὰ παντελῶς· ἤδη δὲ καὶ θερμοῖς καὶ δριμέσι καὶ δυναμένοις ἕλκειν καὶ ξηραίνειν τὸν ἰὸν φαρμάκοις χρῆσθαι, διὰ τὴν αὐτὴν αἰτίαν. τὰ δ’ αὐτὰ φάρμακα καὶ οἱ ἐμπειρικοὶ προσφέρουσιν, οὐχ ὑπὸ τῆς φύσεως αὐτοῦ τοῦ πράγματος ποδηγούμενοι πρὸς τὴν εὕρεσιν αὐτῶν, ἀλλὰ τῶν διὰ τῆς πείρας φανέντων μεμνημένοι. ὥσπερ γὰρ ἐπὶ ταῖς ἡλικίαις, καὶ ταῖς ὥραις, καὶ ταῖς χώραις, ἑκάστου τῶν εἰρημένων ἡ θεραπεία δι’ ἐμπειρίας ἐγινώσκετο αὐτοῖς, οὕτω καὶ ἐπὶ τοῖς προκαταρκτικοῖς ὀνομαζομένοις αἰτίοις. εἰ μὲν δὴ οὖν συνεχώρουν ἀλλήλοις τὰς ὁδοὺς τῆς εὑρέσεως ἀμφοτέρας ἀληθεῖς εἶναι, οὐδὲν ἂν αὐτοῖς ἔδει μακροτέρων λόγων.