Ἡ δ’ ἀλώπηξ ὀχεύει μὲν ἀναβαίνουσα, τίκτει δ’ ὥσπερ
ἡ ἄρκτος, καὶ ἔτι μᾶλλον ἀδιάρθρωτον. Ὅταν δὲ μέλλῃ
τίκτειν, ἐκτοπίζει οὕτως ὥστε σπάνιον εἶναι τὸ ληφθῆναι
κύουσαν. Ὅταν δ’ ἐκτέκῃ, τῇ γλώττῃ λείχουσα ἐκθερμαίνει
καὶ συμπέττει. Τίκτει δὲ τέτταρα τὰ πλεῖστα.