Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Τὰ μὲν οὖν περὶ τὴν τῶν ἰχθύων τροφὴν τοῦτον ἔχει τὸν τρόπον. Τῶν δ’ ὀρνίθων ὅσοι μὲν γαμψώνυχες, σαρκοφάγοι πάντες εἰσί, σῖτον δ’ οὐδ’ ἐάν τις ψωμίζῃ δύνανται καταπιεῖν, οἷον τά τε τῶν ἀετῶν γένη πάντα καὶ ἰκτῖνοι καὶ ἱέρακες ἄμφω, ὅ τε φαβοτύπος καὶ ὁ σπιζίας (διαφέρουσι δ’ οὗτοι τὸ μέγεθος πολὺ ἀλλήλων), καὶ ὁ τριόρχης· ἔστι δ’ ὁ τριόρχης τὸ μέγεθος ὅσον ἰκτῖνος, καὶ φαίνεται οὗτος διὰ παντός. Ἔτι φήνη καὶ γύψ· ἔστι δ’ ἡ μὲν φήνη τὸ μέγεθος ἀετοῦ μείζων, τὸ δὲ χρῶμα σποδοειδές, τῶν δὲ γυπῶν δύο ἐστὶν εἴδη, ὁ μὲν μικρὸς καὶ ἐκλευκότερος, ὁ δὲ μείζων καὶ σποδοειδέστερος. Ἔτι τῶν νυκτερινῶν ἔνιοι γαμψώνυχές εἰσιν, οἷον νυκτικόραξ, γλαύξ, βρύας. Ἔστι δ’ ὁ βρύας τὴν μὲν ἰδέαν ὅμοιος γλαυκί, τὸ δὲ μέγεθος ἀετοῦ οὐδὲν ἐλάττων. Ἔτι δ’ ἐλεὸς καὶ αἰγώλιος καὶ σκώψ. Τούτων δ’ ὁ μὲν ἐλεὸς μείζων ἀλεκτρυόνος, όνος, ὁ δ’ αἰγώλιος παραπλήσιος, ἀμφότεροι δὲ θηρεύουσι τὰς κίττας· ὁ δὲ σκὼψ ἐλάττων γλαυκός· πάντα δὲ ταῦτα τρία ὄντα ὅμοια τὰς ὄψεις καὶ σαρκοφάγα πάντα. Εἰσὶ δὲ καὶ τῶν μὴ γαμψωνύχων ἔνιοι σαρκοφάγοι, οἷον ἡ χελιδών. Τὰ δὲ σκωληκοφάγα, οἷον σπίζα, στρουθός, βατίς, χλωρίς, αἰγιθαλός. Ἔστι δὲ τῶν αἰγιθαλῶν εἴδη τρία, ὁ μὲν σπιζίτης μέγιστος (ἔστι γὰρ ὅσον σπίζα), ἕτερος δ’ ὀρεινὸς διὰ τὸ διατρίβειν ἐν τοῖς ὄρεσιν, οὐραῖον μακρὸν ἔχων· ὁ δὲ τρίτος ὅμοιος μὲν τούτοις, διαφέρει δὲ κατὰ τὸ μέγεθος· ἔστι γὰρ ἐλάχιστος. Ἔτι δὲ συκαλίς, μελαγκόρυφος, πυρρούλας, ἐρίθακος, ἐπιλαΐς, οἶστρος, τύραννος· οὗτος τὸ μέγεθος μικρῷ μείζων ἀκρίδος, ἔστι δὲ φοινικοῦν λόφον ἔχων, καὶ ἄλλως εὔχαρι τὸ ὀρνίθιον καὶ εὔρυθμον. Ἄνθος· οὗτος τὸ μέγεθος ὅσον σπίζα. Ὀρόσπιζος· οὗτος σπίζῃ ὅμοιος καὶ τὸ μέγεθος παραπλήσιος, πλὴν ἔχει τὸν αὐχένα κυανοῦν, καὶ διατρίβει ἐν τοῖς ὄρεσιν. Ἔτι βασιλεύς, σπερμολόγος. Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα τὰ μὲν ὅλως τὰ δ’ ὡς ἐπὶ τὸ πολὺ σκωληκοφάγα, τὰ δὲ τοιάδε ἀκανθοφάγα, ἀκανθίς, θραυπίς, ἔτι ἡ καλουμένη χρυσομῆτρις. Ταῦτα γὰρ πάντα ἐπὶ τῶν ἀκανθῶν νέμεται, σκωλήκα δ’ οὐδὲν οὐδ’ ἔμψυχον οὐδέν· ἐν ταὐτῷ δὲ καθεύδει καὶ νέμεται ταῦτα. Ἄλλα δ’ ἐστὶ σκνιποφάγα, ἃ τοὺς σκνῖπας θηρεύοντα ζῇ μάλιστα, οἷον πιπὼ ἥ τε μείζων καὶ ἡ ἐλάττων· καλοῦσι δέ τινες ἀμφότερα ταῦτα δρυοκολάπτας· ὅμοια δ’ ἀλλήλοις, καὶ φωνὴν ἔχουσιν ὁμοίαν, πλὴν μείζω τὸ μεῖζον· νέμεται δ’ ἀμφότερα ταῦτα πρὸς τὰ ξύλα προσπετόμενα. Ἔτι κελεός· ἔστι δ’ ὁ κελεὸς τὸ μέγεθος ὅσον τρυγών, τὸ δὲ χρῶμα χλωρὸς ὅλος· ἔστι δὲ ξυλοκόπος σφόδρα, καὶ νέμεται ἐπὶ τῶν ξύλων τὰ πολλά, φωνήν τε μεγάλην ἔχει· γίνεται δὲ μάλιστα τὸ ὄρνεον τοῦτο περὶ Πελοπόννησον. Ἄλλος ὃς καλεῖται κνιπολόγος, τὸ μέγεθος μικρὸς ὅσον ἀκανθυλλίς, τὴν δὲ χρόαν σποδοειδὴς καὶ κατάστικτος· φωνεῖ δὲ μικρόν· ἔστι δὲ καὶ τοῦτο ξυλοκόπον. Ἄλλα δ’ ἔστιν ἃ ζῇ καρποφαγοῦντα καὶ ποοφαγοῦντα, οἷον φάψ, φάττα, περιστερά, οἰνάς, τρυγών. Φάττα μὲν οὖν καὶ περιστερὰ ἀεὶ φαίνονται, τρυγὼν δὲ τοῦ θέρους· τοῦ γὰρ χειμῶνος ἀφανίζεται· φωλεῖ γάρ. Οἰνὰς δὲ τοῦ φθινοπώρου καὶ φαίνεται μάλιστα καὶ ἁλίσκεται· ἔστι δὲ τὸ μέγεθος ἡ οἰνὰς μείζων μὲν περιστερᾶς, ἐλάττων δὲ φαβός· ἡ δ’ ἅλωσις αὐτῆς γίνεται μάλιστα καπτούσης τὸ ὕδωρ. Ἀφικνοῦνται δ’ εἰς τοὺς τόπους τούτους ἔχουσαι νεοττούς· τὰ δ’ ἄλλα πάντα τοῦ θέρους ἀφικνούμενα νεοττεύει ἐνταῦθα, καὶ ἐκτρέφει τὰ πλεῖστα ζῴοις, πλὴν τῶν περιστεροειδῶν. Πάντων δ’ ὡς εἰπεῖν τῶν ὀρνίθων οἱ μὲν πεζεύουσι περὶ τὴν τροφήν, οἱ δὲ περὶ ποταμοὺς καὶ λίμνας βιοτεύουσιν, οἱ δὲ περὶ τὴν θάλατταν, ὅσοι μὲν στεγανόποδες, ἐν αὐτῷ τῷ ὕδατι ποιούμενοι τὴν πλείστην διατριβήν, ὅσοι δὲ σχιζόποδες, περὶ αὐτὸ τὸ ὕδωρ· καὶ τούτων ἔνιοι διὰ τῶν δυομένων τρεφόμενοι, ὅσοι μὴ σαρκοφάγοι, οἷον περὶ μὲν τὰς λίμνας καὶ τοὺς ποταμοὺς ἐρωδιὸς καὶ ὁ λευκερωδίος· ἔστι δ’ οὗτος τὸ μέγεθος ἐκείνου ἐλάττων, καὶ ἔχει τὸ ῥύγχος πλατὺ καὶ μακρόν. Ἔτι πελαργὸς καὶ λάρος· ὁ δὲ λάρος τὸ χρῶμα σποδοειδής. Καὶ σχοινίλος καὶ κίγκλος καὶ πύγαργος· οὗτος μέγιστος τῶν ἐλαττόνων τούτων· ἔστι γὰρ ὅσον κίχλη. Πάντες δ’ οὗτοι τὸ οὐραῖον κινοῦσιν. Ἔτι σκαλίδρις· ἔστι δὲ τοῦτο τὸ ὄρνεον ποικιλίαν ἔχον, τὸ δ’ ὅλον σποδοειδές. Καὶ τὸ τῶν ἁλκυόνων δὲ γένος πάρυδρόν ἐστιν. Τυγχάνει δ’ αὐτῶν ὄντα δύο εἴδη, καὶ ἡ μὲν φθέγγεται, καθιζάνουσα ἐπὶ τῶν δονάκων, ἡ δ’ ἄφωνος· ἔστι δ’ αὕτη μείζων· τὸν δὲ νῶτον ἀμφότεραι κυανοῦν ἔχουσιν. Καὶ τροχίλος. Περὶ δὲ τὴν θάλατταν καὶ ἁλκυὼν καὶ κήρυλος. Καὶ αἱ κορῶναι δὲ νέμονται ἁπτόμεναι τῶν ἐκπιπτόντων ζῴων· παμφάγον γάρ ἐστιν. Ἔτι δὲ λάρος ὁ λευκὸς καὶ κέπφος, αἴθυια, χαραδριός. Τῶν δὲ στεγανοπόδων τὰ μὲν βαρύτερα περὶ ποταμοὺς καὶ λίμνας ἐστίν, οἷον κύκνος, νῆττα, φαλαρίς, κολυμβίς, ἔτι βόσκας, ὅμοιος μὲν νήττῃ, τὸ δὲ μέγεθος ἐλάττων, καὶ ὁ καλούμενος κόραξ· οὗτος δ’ ἐστὶ τὸ μὲν μέγεθος οἷον πελαργός, πλὴν τὰ σκέλη ἔχει ἐλάττω, στεγανόπους δὲ καὶ νευστικός, τὸ δὲ χρῶμα μέλας· καθίζει δὲ οὗτος ἐπὶ τῶν δένδρων καὶ νεοττεύει ἐνταῦθα μόνος τῶν τοιούτων. Ἔτι χήν, καὶ ὁ μικρὸς χὴν ὁ ἀγελαῖος, καὶ χηναλώπηξ καὶ αἲξ καὶ πηνέλοψ. Ὁ δ’ ἁλιαίετος καὶ περὶ τὴν θάλατταν διατρίβει καὶ τὰ λιμναῖα κόπτει. Πολλοὶ δὲ καὶ παμφάγοι τῶν ὀρνίθων εἰσίν. Οἱ δὲ γαμψώνυχοι καὶ τῶν ἄλλων ἅπτονται ζῴων, ὅσων ἂν κρατῶσι, καὶ τῶν ὀρνέων· πλὴν οὐκ ἀλληλοφάγοι τοῦ γένους τοῦ οἰκείου εἰσίν, ὥσπερ οἱ ἰχθύες ἅπτονται πολλάκις καὶ ἑαυτῶν. Ἔστι δὲ τὸ τῶν ὀρνίθων γένος πᾶν μὲν ὀλιγόποτον, οἱ δὲ γαμψώνυχες καὶ ἄποτοι πάμπαν, εἰ μή τι ὀλίγον γένος καὶ ὀλιγάκις. Μάλιστα δὲ τοιοῦτον ἡ κεγχρίς. Καὶ ἰκτῖνος ὀλιγάκις μέν, ὦπται δὲ πίνων.

〈غذاء الطير〉

فهذه حال غذاء جميع أصناف السمك. فأما أجناس الطير، فكل ما كان منها معقف المخاليب فإنه يأكل اللحم. وإن أطعمها أحد لحماً بلعته عاجلاً، مثل جميع أجناس العقبان وأجناس الحدأة والبزاة، مثل البازى الذى يسمى باليونانية قابوطوبوس Φαβοτυποσ والذى يسمى اسفزياس σπιξιασ — وبين هذين الصنفين اختلاف كيبر لعظم الجثة؛ والذى يسمى باليونانية طراورخيس τριορχησ كمثل. وعظم هذا الصنف مثل عظم الحدأة، وهو يظهر فى كل حين. وأيضاً الصنف الذى يسمى باليونانية فينى Φηνη والرخمة γυφ. وجثة فينى Φηνη عظيمة جداً، ولونها رمادى. وفى البزاة التى تسمى غوبس γυφ صنفان: صغير، وكبير، والصغير أكثر بياضاً من الكبير، فأما الكبير فلونه رمادى أكثر من الصغير.

وأيضاً بعض الطير الليلى معقف المخاليب، مثل البومة، والذى يسمى باليونانية غلاوكس γλαυξ. وعظم جثته مثل عظم العقاب، وليس هو أصغر منه. وأيضاً الصنف الذى يسمى باليونانية اليوس ελεοσ والصنف الذى يسمى اغوليوس αιγωλιοσ والذى يسمى سقفس σκωφ. فأما اليوس فهو أعظم من ديك، واغوليوس مثله؛ وكلاهما يصيدان الطير الذى يسمى باليونانية قطا κιττα. فأما الذى يسمى سقفس σκωφ فهو أصغر جثة من اغلاوقس γλαυκοσ. وهذه الثلاثة الأصناف يشبه بعضها بعضاً بالنظر وكلها تأكل اللحمان.

ويكون فى أجناس الطير ما ليس هو معقف المخاليب، وهو يأكل اللحم، مثل الخطاف. ومن الطير ما يأكل [١٨٥] الدود، مثل الذى يسمى باليونانية اسپينزا οπιζα وعصفور οτρυθοσ، وباطيس βατισ 〈وخلوريس χλωρισ وايجثالوس αιγιΘαλοσ. وثم ثلاثة أصناف من ايجثالوس: أكبرها هو〉 مثل اسپيزا؛ وصنف آخر يسمى جبلى، لأنه يأوى الجبال وله ذنب طويل؛ فأما الصنف الثالث فشبيه بهذين الصنفين، ولكن يخالفهما بالنظر لأنه أصغر منهما جداً. وأيضاً 〈لنذكر〉 الذى يسمى سوقالس συκαλισ 〈وملانقوروفوس μελανκορυφοσ〉 وهو أسود الرأس، والذى يسمى پورولاس πυρρουλασ واريثاقوس εριΘακοσ واپيلايس επιλαισ وأويسطروس οιστροσ وطورانوس τυραννοσ: وعظم جسد هذا الطائر 〈الأخير〉 أكبر من الحدأة قليلاً، وهو أحمر اللون له قنزعة، جيد الصوت، حسن القد. فأما الذى يسمى انثوس ανΘοσ فهو شبيه اسپيزا بالعظم 〈واسپيزا الجبلى شبيه اسپيزا العادى〉 وهو قريب منه 〈فى العظم〉، ولون ما يلى عنقه مثل لون اللازورد، ويأوى فى الجبال؛ وأيضاً الطير الذى يأكل الحبوب.

فجميع هذه الأصناف تأكل الدود، ومنها ما لا يأكل غيره البتة، ومنها ما أكثر طعامه الدود. فأما الطير الذى يسمى باليونانية اقنثس ακανΘισ وثراوپيس Θραυπισ والذى يسمى خرسومطرس χρυσομητρισ — فجميع هذه الأصناف يجلس على الشوك ويرعى ولا يأكل شيئاً له نفس ألبتة. وهو ينام ويرعى.

ومن الطير ما يأكل البق وما صغر من الحيوان ومنه يعيش خاصةً مثل الذى يسمى پيپو πιπω الأكبر والأصغر. ومن الناس 〈من〉 يسمونها الطيور التى تنقر الشجر. والصنف الواحد يشبه الآخر، وصوتهما شبيه أيضاً، غير أن للأكبر صوتاً أعظم. وهذان الطائران يطيران حول الشجر ويكسبان طعامهما، وأيضاً الطائر الذى يسمى باليونانية 〈كليوس κελεοσ وعظمه مثل عظم الأطرغلة τρυγων ولون كل جسده أخضر، وهو ينقر الخشب نقراً شديداً ويرعى على ذلك الخشب وله صوت عظيم. وهذا الطائر يكون خاصة فى البلدة التى تمسى باليونانية پالاپونيسوس πελοποννησοσ، ولونه رمادى، وهو منقط، صغير الصوت. وهذا أيضاً ينقر الخشب ويقطعه.

وفى الطير أجناس أخر تلقط الحبوب وتعيش منها، مثل الحمامة والفاختة [١٨٦] والأطرغلة. فأما الفاختة والحمامة فهى تظهر أبداً، والأطرغلة تظهر فى الصيف وتغيب فى الشتاء. فأما الطير الذى يسمى باليونانية أونياس οινασ فهو يظهر خاصةً فى الخريف [وفى الربيع] وفى ذلك الأوان يصاد. وهو أعظم من الحمامة وأصغر من الطير الذى يسمى فبص Φαφ. وصيد هذا الصنف يكون خاصةً عند شربه الماء، وهو يأتى إلى هذه الأماكن مع فراخه. فأما جميع أصناف الطير فهى تجىء إلى هذه النواحى فى الصيف وتعشش، وأكثرها يعيش من الحيوان، ما خلا أصناف الطير الذى يشبه الحمام.

وبقول عام: بعض أصناف الطير يمشى ويكسب طعمه، ومن الطير ما يأوى حول النقائع والأنهار، ومنه ما يأوى حول البحر. فما كان من الطير فى رجليه جلد يجمع ما بين أصابعه فهو يأوى فى الماء أكثر ذلك؛ والطير المشقق الرجلين يأوى حول الماء، ويغذى من العشب النابت، أعنى الطير الذى لا يأكل اللحم والطير الذى يأوى حول النقائع والأنهار؛ مثل الذى يسمى باليونانية اروديوس ερωδιοσ والذى يسمى اروديوس الأبيض — وهذا أصغر جثة من الآخر، وهو عريض طويل المنقار؛ وأيضاً الطير الذى يسمى فلارغوس πελαργοσ ولاروس λαροσ رمادى؛ وأيضاً الذى يسمى سخوينيلوس σχοινιλοσ وقنقولوس κιγκλοσ وبوغرغوس πυγαργοσ — وهذا أعظم جثةً من الذى يكون أصغر منه، وهو فى العظم مثل السمان. وجميع هذه الأصناف تحرك أذنابها. وأيضاً الطير الذى يسمى سقليدرس σκαλιδρισ، واللون الغالب عليه رمادى، وفيه اختلاف ألوان كثيرة. وأيضاً جنس الطائر الذى يسمى باليونانية القوون αλυων ويأوى فى الماء؛ وهو صنفان: أما الصنف الواحد فهو إذا جلس على القصب يصوت؛ فأما الصنف الآخر فليس يصوت؛ والذى لا يصوت أعظم جثةً من الآخر؛ وظهور كليهما مثل لون اللازورد. وأيضاً الطير الذى يسمى طروشلوس τροχιλοσ. وحول البحر يكون الطير 〈الذى〉 يسمى القوون αλκυων وقيريلوس κηρυλοσ وأيضاً أصناف الغداف، ويعيش من الحيوان الذى يقع، لأنه [١٨٧] طير يأكل كلاً. وأيضاً لاروس λαρυσ الأبيض وقبفوس κεπΦοι واثوا αιθυα وخرادريوس χαραδριοσ.

وما ثقل من الطير الذى فيما بين أصابعه جلد يأوى حول النقائع والأنهار، مثل وز الماء ونيتا νήττα وفالاريس Φαλαρισ وقولوبيس κυλυμβισ، وأيضاً الذى يسمى بوسقس βυσκασ وهو شبيه بوز الماء، وعظم جثته أصغر من جثة وز الماء (اقرأ: البط)، والطير الذى يسمى غراباً κυραξ: وعظم جسده مثل الذى يسمى فالارغوس πελαργοσ غير أن ساقيه أصغر وبين أصابع رجليه جلدة، وهو جيد السباحة؛ فأما لونه فأسود، وهو يجلس على الشجر ويفرخ هناك، وليس يفرخ على الشجر شىء من أصناف الطير الذى يأوى حول النقائع والأنهار غير هذا فقط. وأيضاً الوز الصغير الذى يقال له: «قطيعى»، والوز الذى يسمى باسم مركب: «وز وثعلب»، والذى يسمى اقس، وپنيلوپس πηνελοφ. فأما الذى يسمى اليائيتوس αλιαιετοσ فهو يأوى حول البحر ويقطع النقائع.

وأصناف كثيرة من الطير تأكل كلاً. فأما الطير المعقف المخاليب فهو يأكل كل ما يقهر من الحيوان والطير، غير أنه لا يأكل الطير الذى يناسبه بالجنس ولا يفعل فعل السمك، فإن السمك مراراً شتى يأكل ما يشبهه بالجنس.

وأجناس الطير تقل من شرب الماء جداً؛ فأما أجناس الطير المعقف المخاليب، فليس ألبتة غير أصناف يسيرة تشرب فى الفرط، مثل الطير الذى يسمى قنخريس κεγχρισ، والحدأة: فإنهما يشربان فى الفرط مرةً؛ وقد يظهر ذلك.