Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Εἰσὶ δὲ καὶ ὑμένες ἐν τοῖς ζῴοις ἅπασι τοῖς ἐναίμοις. Ὅμοιος δ’ ἐστὶν ὁ ὑμὴν δέρματι πυκνῷ καὶ λεπτῷ, ἔστι δὲ τὸ γένος ἕτερον· οὔτε γάρ ἐστι σχιστὸν οὔτε τατόν. Περὶ ἕκαστον δὲ τῶν ὀστῶν καὶ περὶ ἕκαστον τῶν σπλάγχνων ὁ ὑμήν ἐστι καὶ ἐν τοῖς μείζοσι καὶ ἐν τοῖς ἐλάττοσι ζῴοις· ἀλλ’ ἄδηλοι ἐν τοῖς ἐλάττοσι διὰ τὸ πάμπαν εἶναι λεπτοὶ καὶ μικροί. Μέγιστοι δὲ τῶν ὑμένων εἰσὶν οἵ τε περὶ τὸν ἐγκέφαλον δύο, ὧν ὁ περὶ τὸ ὀστοῦν ἰσχυρότερος καὶ παχύτερος τοῦ περὶ τὸν ἐγκέφαλον, ἔπειθ’ ὁ περὶ τὴν καρδίαν ὑμήν. Διακοπεὶς δὲ οὐ συμφύεται ψιλὸς ὑμήν, ψιλούμενά τε τὰ ὀστᾶ τῶν ὑμένων σφακελίζει.

〈أغشية العظام والمخ〉

وفى جميع أجساد الحيوان الدمى صفاقات. والصفاق شبيه بجلد رقيق صفيق. ومن الصفاقات صنف لا ينشق ولا يمتد. وفيما يلى كل عظم وكل عضو من أعضاء الجوف صفاق فيما عظم من الحيوان وما صغر 〈ولكن هذه الصفاقات غير مرئية فى الحيوانات الصغيرة بسبب شدة صغرها ودقتها〉 وأعظم الصفاقات التى فى الجسد الصفاقان اللذان فى الرأس. وأحدهما الذى يحيط بقحف الرأس وهو أقوى وأغلظ من الذى يحيط بالدماغ. وبعد هذين صفاق كبير، وهو الذى يلى القلب. وليس يلتئم صفاق مكشوف من اللحم؛ وإذا انكشفت العظام من الصفاقات تضرب ضرباناً وجيعاً مؤذياً.