Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Τῶν δ’ ἱεράκων κράτιστος μὲν ὁ τριόρχης, δεύτερος δ’ ὁ αἰσάλων, τρίτος ὁ κίρκος. Ὁ δὲ ἀστερίας καὶ ὁ φασσοφόνος καὶ ὁ πτέρνις ἀλλοῖοι. Οἱ δὲ πλατύτεροι ἱέρακες ὑποτριόρχαι καλοῦνται, ἄλλοι δὲ πέρκοι καὶ σπιζίαι, οἱ δὲ λεῖοι καὶ οἱ φρυνολόγοι· οὗτοι εὐβιώτατοι καὶ χθαμαλοπτῆται. Γένη δὲ τῶν ἱεράκων φασί τινες εἶναι οὐκ ἐλάττω τῶν δέκα, διαφέρουσι δ’ ἀλλήλων· οἱ μὲν γὰρ αὐτῶν ἐπὶ τῆς γῆς καθημένην τύπτουσι τὴν περιστερὰν καὶ συναρπάζουσι, πετομένης δ’ οὐ θιγγάνουσιν· οἱ δ’ ἐπὶ δένδρου μὲν ἤ τινος ἄλλου καθημένην θηρεύουσιν, ἐπὶ τῆς γῆς δ’ οὔσης ἢ μετεώρου οὐχ ἅπτονται· οἱ δ’ οὔτ’ ἐπὶ τῆς γῆς οὔτ’ ἐπ’ ἄλλου καθημένης θιγγάνουσιν, ἀλλὰ πετομένην πειρῶνται λαμβάνειν. Φασὶ δὲ καὶ τὰς περιστερὰς γινώσκειν ἕκαστον τούτων τῶν γενῶν, ὥστε προσπετομένων, ἐὰν μὲν ᾖ τῶν μετεωροθήρων, μένειν ὅπου ἂν καθήμεναι τύχωσιν, ἐὰν δ’ ᾖ τῶν χαμαιτύπων ὁ προσπετόμενος, οὐχ ὑπομένειν ἀλλ’ ἀναπέτεσθαι. Ἐν δὲ Θρᾴκῃ τῇ καλουμένῃ ποτὲ Κεδρειπόλει ἐν τῷ ἕλει θηρεύουσιν οἱ ἄνθρωποι τὰ ὀρνίθια κοινῇ μετὰ τῶν ἱεράκων· οἱ μὲν γὰρ ἔχοντες ξύλα σοβοῦσι τὸν κάλαμον καὶ τὴν ὕλην, ἵνα πέτωνται τὰ ὀρνίθια, οἱ δ’ ἱέρακες ἄνωθεν ὑπερφαινόμενοι καταδιώκουσιν· ταῦτα δὲ φοβούμενα κάτω πέτονται πάλιν πρὸς τὴν γῆν· οἱ δ’ ἄνθρωποι τύπτοντες τοῖς ξύλοις λαμβάνουσι, καὶ τῆς θήρας μεταδιδόασιν αὐτοῖς· ῥίπτουσι γὰρ τῶν ὀρνίθων, οἱ δὲ ὑπολαμβάνουσιν. Καὶ περὶ τὴν Μαιῶτιν δὲ λίμνην τοὺς λύκους φασὶ συνήθεις εἶναι τοῖς ποιουμένοις τὴν θήραν τῶν ἰχθύων· ὅταν δὲ μὴ μεταδιδῶσι, διαφθείρειν αὐτῶν τὰ δίκτυα ξηραινόμενα ἐν τῇ γῇ.

Τὰ μὲν οὖν περὶ τοὺς ὄρνιθας τοῦτον ἔχει τὸν τρόπον·

〈الصقور〉

وأقوى الصقور éperviers هو ما يسمى باليونانية τριορχησ، ويتلوه فى القوة المسمى ايسالون αισαλων، ويتلوه المسمى كركوس κιρκοσ. وثم أنواع أخرى مثل الاسطرياسαστεριασ، والفسوفونس ΦασσοΦονοσ والپترنيس πτερνισ. والصقور العريضة الجثة تسمى أنصاف التريورخيس؛ والبعض الآخر يسمى المسواد περκοι، أو صيادى الكناريا σπιξιαι؛ ويوجد أيضاً صيادو الالايوس οι δελειοι، وجماعو الجداجد Φρυνολογοι.

والطيور التى من هذا النوع الأخير تسهل عليها الحياة جداً، وتطير على مقربة من سطح الأرض.

ويؤكد البعض أنه يوجد ما لا يقل عن عشرة أنواع من الصقور، وكل واحد منها مختلف عن الآخر. وبعض الصقور يهاجم الحمام وهو على الأرض ويأخذه، ولكنه لا يتعرض له إذا طار؛ والبعض الآخر، على العكس من ذلك، يصيد الحمام حين يكون واقفاً على شجرة أو على قمة، لكنه يتركه إن كان على الأرض أو فى الهواء؛ والبعض الثالث لا يتعرض لفريسته وهى على الأرض أو واقفة على مكان مرتفع، لكنه يسعى للإمساك به أثناء طيرانه فقط. ويقال إن الحمام يعرف كيف يميز بين هذه الأنواع من الصقور، بحيث إذا رأى صقراً ينقض عليه فإنه إذا كان الصقر من ذلك النوع الذى يهاجم فريسته فى الهواء فقط فإنه يبقى ساكناً حيث هو؛ وإذا كان الصقر من النوع الذى ينقض على فريسته وهى على الأرض، فإن الحمام لا ينتظره بل يطير.

وفى تراقيا، فى القسم الذى كان يسمى فى الماضى قدريپوليوس Κεδριπολιοσ يصيد الناس فراخ الطير فى النقائع، هم والصقور. والصيادون يضربون اليراع بعصى فى أيديهم ليجعل الطيور الصغيرة تطير، وتظهر الصقور من فوقها؛ وتطارد الطيور التى فزعت فارتدت إلى الأرض، حيث ينتظرها الصيادون بعصيهم ويمسكون بها. ويعطى الصيادون بعض ما يصطادون للصقور، بأن يلقوا فى الهواء بكمية من الطيور فيتلقفها الصقور〉. وإن العقاب يلقى على الأرض ويصيدونها بهذا النوع. وقد زعم بعض الناس أن فى ناحية البقعة التى تسمى باليونانية ماوطيس Μαιωτισ ذئاب قد عاودت صيادى السمك فإذا لم يلقوا لها من ذلك الصيد تشد على شباكهم وتقطعها وهى مبسوطة على الأرض، لحال الجفاف.