Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Οἱ δὲ βομβύλιοι τίκτουσιν ὑπὸ πέτρας ἐπ’ αὐτῆς τῆς γῆς, θυρίσι δυσὶν ἢ μικρῷ πλείοσιν· εὑρίσκεται δὲ καὶ μέλιτος ἀρχὴ φαύλου τινὸς ἐν τούτοις. Ἡ δὲ τενθρηδὼν προσεμφερὴς μέν ἐστι τῇ ἀνθρήνῃ, ποικίλον δέ, καὶ τὸ πλάτος ὅμοιον τῇ μελίττῃ· λίχνον δ’ ὂν καὶ πρὸς τὰ μαγειρεῖα καὶ τοὺς ἰχθύας καὶ τὴν τοιαύτην ἀπόλαυσιν κατὰ μόνας προσπέταται· ἐκτίκτει δὲ κατὰ γῆς ὥσπερ οἱ σφῆκες, πολύχουν δ’ ἐστί, καὶ τὸ τενθρήνιον αὐτῶν πολὺ μεῖζον ἢ τῶν σφηκῶν καὶ προμηκέστερον.

Τὰ μὲν οὖν περὶ τὴν τῶν μελιττῶν καὶ τῶν σφηκῶν καὶ τῶν ἄλλων τῶν τοιούτων ἐργασίαν καὶ τὸν βίον τοῦτον ἔχει τὸν τρόπον.

〈بومبوليوى — دبر الأرض〉

فأما صنف الدبر الذى يسمى باليونانية بومبوليوى βομβυλιοι فإنه يأوى على وجه الأرض تحت الصخور. ولمأواه مدخلان وأكثر؛ ويوجد فى عشه مبدأ عسل ردىء.

فأما الصنف الذى يسمى باليونانية طنثردون τενΘρηδων فهو شبيه بصنف الدبر الأصفر، وهو مختلف اللون؛ وعرض جثته مثل عرض النحل. وهو رغيب جداً يطلب المطابخ ويأكل مما فيها، ويأكل السمك أيضاً. فهو محب جداً لما وصفنا. ويطير مفرداً على حدته. ويعشش ويتولد على الأرض مثل الدبر الأحمر. وعشه يكون كثير التراب، وأكبر من عش الدبر الأحمر. وشكل جسده مستطيل.

فهذا وصف حال النحل وأصناف الدبر وأعمال وحال كل واحد منها.