Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Γ.

Περὶ μὲν οὖν τῶν ἄλλων μορίων τῶν ἐντὸς εἴρηται, καὶ πόσα καὶ ποῖ’ ἄττα, καὶ τίνας ἔχει πρὸς ἄλληλα διαφοράς· λοιπὸν δὲ περὶ τῶν εἰς τὴν γένεσιν συντελούντων μορίων εἰπεῖν. Ταῦτα γὰρ τοῖς μὲν θήλεσι πᾶσιν ἐντός ἐστι, τὰ δὲ τῶν ἀρρένων διαφορὰς ἔχει πλείους. Τὰ μὲν γὰρ ὅλως τῶν ἐναίμων ζῴων οὐκ ἔχει ὄρχεις, τὰ δ’ ἔχει μὲν ἐντὸς δ’ ἔχει, καὶ τῶν ἐντὸς ἐχόντων τὰ μὲν πρὸς τῇ ὀσφύϊ ἔχει περὶ τὸν τῶν νεφρῶν τόπον, τὰ δὲ πρὸς τῇ γαστρί, τὰ δ’ ἐκτός. Καὶ τὸ αἰδοῖον τούτων τοῖς μὲν συνήρτηται πρὸς τὴν γαστέρα, τοῖς δ’ ἀφεῖται καθάπερ καὶ οἱ ὄρχεις· πρὸς δὲ τὴν γαστέρα συνήρτηται ἄλλως τοῖς τ’ ἐμπροσθουρητικοῖς καὶ τοῖς ὀπισθουρητικοῖς. Τῶν μὲν οὖν ἰχθύων οὐθεὶς ὄρχεις ἔχει, οὐδ’ εἴ τι ἄλλο ἔχει βράγχια, οὐδὲ τὸ τῶν ὄφεων γένος ἅπαν, οὐδ’ ὅλως ἄπουν οὐδέν, ὅσα μὴ ζῳοτοκεῖ ἐν αὑτοῖς. Οἱ δ’ ὄρνιθες ἔχουσι μὲν ὄρχεις, ἔχουσι δ’ ἐντὸς πρὸς τῇ ὀσφύϊ. Καὶ τῶν τετραπόδων ὅσα ᾠοτοκεῖ, τὸν αὐτὸν ἔχει τρόπον, οἷον σαύρα καὶ χελώνη καὶ κροκόδειλος, καὶ τῶν ζῳοτόκων ἐχῖνος. Τὰ δὲ τῶν ἐντὸς ἐχόντων πρὸς τῇ γαστρὶ ἔχει, οἷον τῶν ἀπόδων μὲν δελφίς, τῶν δὲ τετραπόδων καὶ ζῳοτόκων ἐλέφας· τὰ δ’ ἄλλα φανεροὺς ἔχει. Ἡ δ’ ἐξάρτησις ἡ πρὸς τὴν κοιλίαν καὶ τὸν τόπον τὸν συνεχῆ τίνα διαφορὰν ἔχει, πρότερον εἴρηται· τοῖς μὲν γὰρ ἐκ τοῦ ὄπισθεν συνεχεῖς καὶ οὐκ ἀπηρτημένοι εἰσίν, οἷον τῷ γένει τῷ τῶν ὑῶν, τοῖς δ’ ἀπηρτημένοι, καθάπερ τοῖς ἀνθρώποις. Οἱ μὲν οὖν ἰχθύες ὄρχεις μὲν οὐκ ἔχουσιν, ὥσπερ εἴρηται πρότερον, οὐδ’ οἱ ὄφεις· πόρους δὲ δύο ἔχουσιν ἀπὸ τοῦ ὑποζώματος ἠρτημένους ἐφ’ ἑκάτερα τῆς ῥάχεως, συνάπτοντας εἰς ἕνα πόρον ἄνωθεν τῆς τοῦ περιττώματος ἐξόδου· τὸ δ’ ἄνωθεν λέγομεν τὸ πρὸς τὴν ἄκανθαν. Οὗτοι δὲ γίνονται περὶ τὴν ὥραν τῆς ὀχείας θοροῦ πλήρεις, καὶ θλιβομένων ἐξέρχεται τὸ σπέρμα λευκόν. Αὐτοὶ δὲ πρὸς αὑτοὺς ἣν ἔχουσι διαφοράν, ἔκ τε τῶν ἀνατομῶν δεῖ θεωρεῖν καὶ ὕστερον λεχθήσεται ἐν τοῖς περὶ ἕκαστον αὐτῶν ἰδίοις ἀκριβέστερον. Ὅσα δ’ ᾠοτοκεῖ ἢ δίποδα ὄντα ἢ τετράποδα, πάντ’ ἔχει ὄρχεις πρὸς τῇ ὀσφύϊ κάτωθεν τοῦ διαζώματος, τὰ μὲν λευκοτέρους τὰ δ’ ὠχροτέρους, λεπτοῖς πάμπαν φλεβίοις περιεχομένους. Καὶ ἀφ’ ἑκατέρου τείνει πόρος συνάπτων εἰς ἕνα, καθάπερ καὶ τοῖς ἰχθύσιν, ὑπερ τῆς τοῦ περιττώματος ἐξόδου. Τοῦτο δ’ ἐστὶν αἰδοῖον, ὃ τοῖς μὲν μικροῖς ἄδηλον, ἐν δὲ τοῖς μείζοσιν, οἷον ἐν χηνὶ καὶ τοῖς τηλικούτοις, φανερώτερον γίνεται, ὅταν ἡ ὀχεία πρόσφατος ᾖ. Οἱ δὲ πόροι καὶ τοῖς ἰχθύσι καὶ τούτοις προσπεφύκασι πρὸς τῇ ὀσφύϊ ὑποκάτω τῆς κοιλίας καὶ τῶν ἐντέρων, μεταξὺ τῆς μεγάλης φλεβός, ἀφ’ ἧς τείνουσι πόροι εἰς ἑκάτερον τῶν ὄρχεων. Ὥσπερ δὲ τοῖς ἰχθύσι περὶ μὲν τὴν ὥραν τῆς ὀχείας θορός τε φαίνεται ἐνὼν καὶ οἱ πόροι σφόδρα δῆλοι, ὅταν δὲ παρέλθῃ ἡ ὥρα, ἄδηλοι καὶ οἱ πόροι ἐνίοτε, οὕτω καὶ τῶν ὀρνίθων οἱ ὄρχεις· πρὶν μὲν ὀχεύειν, οἱ μὲν μικροὺς οἱ δὲ πάμπαν ἀδήλους ἔχουσιν, ὅταν δὲ ὀχεύωσι, σφόδρα μεγάλους ἴσχουσιν. Ἐπιδηλότατα δὲ τοῦτο συμβαίνει ταῖς φάτταις καὶ τοῖς πέρδιξιν, ὥστ’ ἔνιοι οἴονται οὐδ’ ἔχειν τοῦ χειμῶνος ὄρχεις αὐτά. Τῶν δ’ ἐν τῷ ἔμπροσθεν ἐχόντων τοὺς ὄρχεις οἱ μὲν ἐντὸς ἔχουσι πρὸς τῇ γαστρί, καθάπερ δελφίς, οἱ δ’ ἐκτὸς ἐν τῷ φανερῷ πρὸς τῷ τέλει τῆς γαστρός. Τούτοις δὲ τὰ μὲν ἄλλα ἔχει τὸν αὐτὸν τρόπον, διαφέρουσι δὲ ὅτι οἱ μὲν αὐτῶν ἔχουσι καθ’ αὑτοὺς τοὺς ὄρχεις, οἱ δ’ ἐν τῇ καλουμένῃ ὀσχέᾳ, ὅσοι ἔξωθεν. Αὐτοὶ δ’ οἱ ὄρχεις ἐν πᾶσι τοῖς πεζοῖς καὶ ζῳοτόκοις τόνδ’ ἔχουσι τὸν τρόπον. Τείνουσιν ἐκ τῆς ἀορτῆς πόροι φλεβικοὶ μέχρι τῆς κεφαλῆς ἑκατέρου τοῦ ὄρχεως, καὶ ἄλλοι ἀπὸ τῶν νεφρῶν δύο· εἰσὶ δ’ οὗτοι μὲν αἱματώδεις, οἱ δ’ ἐκ τῆς ἀορτῆς ἄναιμοι. Ἀπὸ δὲ τῆς κεφαλῆς πρὸς αὐτῷ τῷ ὄρχει πόρος ἐστὶ πυκνότερος ἐκείνου καὶ νευρωδέστερος, ὃς ἀνακάμπτει πάλιν ἐν ἑκατέρῳ τῷ ὄρχει πρὸς τὴν κεφαλὴν τοῦ ὄρχεως· ἀπὸ δὲ τῆς κεφαλῆς ἑκάτεροι πάλιν εἰς ταὐτὸ συνάπτουσιν εἰς τὸ πρόσθεν ἐπὶ τὸ αἰδοῖον. Οἱ δ’ ἐπανακάμπτοντες πόροι καὶ προσκαθήμενοι τοῖς ὄρχεσιν ὑμένι περιειλημμένοι εἰσὶ τῷ αὐτῷ, ὥστε δοκεῖν ἕνα εἶναι πόρον, ἐὰν μὴ διέλῃ τὸν ὑμένα τις. Ὁ μὲν οὖν προσκαθήμενος πόρος ἔτι αἱματῶδες ἔχει τὸ ὑγρόν, ἧττον μέντοι τῶν ἄνω τῶν ἐκ τῆς ἀορτῆς· ἐν δὲ τοῖς ἐπανακάμπτουσιν εἰς τὸν καυλὸν τὸν ἐν τῷ αἰδοίῳ λευκή ἐστιν ἡ ὑγρότης. Φέρει δὲ καὶ ἀπὸ τῆς κύστεως πόρος, καὶ συνάπτει ἄνωθεν εἰς τὸν καυλόν· περὶ τοῦτον δὲ οἷον κέλυφός ἐστι τὸ καλούμενον αἰδοῖον. Θεωρείσθω δὲ τὰ εἰρημένα ταῦτα ἐκ τῆς ὑπογραφῆς τῆσδε. Τῶν πόρων ἀρχὴ τῶν ἀπὸ τῆς ἀρτηρίας, ἐφ’ οἷς Α· κεφαλαὶ τῶν ὄρχεων καὶ οἱ καθήκοντες πόροι, ἐφ’ οἷς Κ· οἱ ἀπὸ τούτων πρὸς τῷ ὄρχει προσκαθήμενοι, ἐφ’ οἷς τὰ ΩΩ· οἱ δ’ ἀνακάμπτοντες, ἐν οἷς ἡ ὑγρότης ἡ λευκή, ἐφ’ οἷς τὰ ΒΒ· αἰδοῖον Δ, κύστις Ε, ὄρχεις δ’ ἐφ’ οἷς τὰ ΨΨ. Ἀποτεμνομένων δ’ ἢ ἀφαιρουμένων τῶν ὄρχεων αὐτῶν ἀνασπῶνται οἱ πόροι ἄνω. Διαφθείρουσι δ’ οἱ μὲν ἔτι νέων ὄντων τρίψει, οἱ δὲ καὶ ὕστερον ἐκτέμνοντες· συνέβη δ’ ἤδη ταῦρον ἐκτμηθέντα καὶ εὐθὺς ἐπιβάντα ὀχεῦσαι καὶ γεννῆσαι. Τὰ μὲν οὖν περὶ τοὺς ὄρχεις τοῖς ζῴοις τοῦτον ἔχει τὸν τρόπον. Αἱ δ’ ὑστέραι τῶν ἐχόντων ὑστέρας ζῴων οὔτε τὸν αὐτὸν τρόπον ἔχουσιν οὔθ’ ὅμοιαι πάντων εἰσίν, ἀλλὰ διαφέρουσι καὶ τῶν ζῳοτοκούντων πρὸς ἄλληλα καὶ τῶν ᾠοτοκούντων. Δίκροαι μὲν οὖν εἰσὶν ἁπάντων τῶν πρὸς τοῖς ἄρθροις ἐχόντων τὰς ὑστέρας, καὶ τὸ μὲν αὐτῶν ἐν τοῖς δεξιοῖς μέρεσι, τὸ δ’ ἕτερον ἐν τοῖς ἀριστεροῖς ἐστίν· ἡ δ’ ἀρχὴ μία καὶ τὸ στόμα ἕν, οἷον καυλὸς σαρκώδης σφόδρα καὶ χονδρώδης τοῖς πλείστοις καὶ μεγίστοις. Καλεῖται δὲ τούτων τὰ μὲν ὑστέρα καὶ δελφύς (ὅθεν καὶ ἀδελφοὺς προσαγορεύουσι), μήτρα δ’ ὁ καυλὸς καὶ τὸ στόμα τῆς ὑστέρας. Ὅσα μὲν οὖν ἐστὶ ζῳοτόκα καὶ δίποδα ἢ τετράποδα, τούτων μὲν ἡ ὑστέρα πάντων ἐστὶ κάτω τοῦ ὑποζώματος, οἷον ἀνθρώπῳ καὶ κυνὶ καὶ ὑῒ καὶ ἵππῳ καὶ βοΐ· καὶ τοῖς κερατοφόροις ὁμοίως ταῦτά γ’ ἔχει πᾶσιν. Ἐπ’ ἄκρων δὲ αἱ ὑστέραι τῶν καλουμένων κερατίων εἱλιγμὸν ἔχουσιν αἱ τῶν πλείστων. Τῶν δ’ ᾠοτοκούντων εἰς τοὐμφανὲς οὐχ ὁμοίως ἁπάντων ἔχουσιν, ἀλλ’ αἱ μὲν τῶν ὀρνίθων πρὸς τῷ ὑποζώματι, αἱ δὲ τῶν ἰχθύων κάτω, καθάπερ αἱ τῶν ζῳοτοκούντων διπόδων καὶ τετραπόδων, πλὴν λεπταὶ καὶ ὑμενώδεις καὶ μακραί, ὥστ’ ἐν τοῖς σφόδρα μικροῖς τῶν ἰχθύων δοκεῖν ἑκατέραν ᾠὸν εἶναι ἕν, ὡς δύο ἐχόντων ᾠὰ τῶν ἰχθύων τούτων, ὅσων λέγεται τὸ ᾠὸν εἶναι ψαθυρόν· ἔστι γὰρ οὐχ ἓν ἀλλὰ πολλά, διόπερ διαχεῖται εἰς πολλά. Ἡ δὲ τῶν ὀρνίθων ὑστέρα κάτωθεν μὲν ἔχει τὸν καυλὸν σαρκώδη καὶ στιφρόν, τὸ δὲ πρὸς τῷ ὑποζώματι ὑμενῶδες καὶ λεπτὸν πάμπαν, ὥστε δόξαι ἂν ἔξω τῆς ὑστέρας εἶναι τὰ ᾠά. Ἐν μὲν οὖν τοῖς μείζοσι τῶν ὀρνίθων δῆλος ὁ ὑμήν ἐστι μᾶλλον, καὶ φυσώμενος διὰ τοῦ καυλοῦ αἴρεται καὶ κολποῦται· ἐν δὲ τοῖς μικροῖς ἀδηλότερα πάντα ταῦτα. Τὸν αὐτὸν δὲ τρόπον ἔχει ἡ ὑστέρα καὶ ἐν τοῖς τετράποσι μὲν τῶν ζῴων ὠοτόκοις δέ, οἷον χελώνῃ καὶ σαύρᾳ καὶ βατράχοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις· ὁ μὲν γὰρ καυλὸς κάτωθεν εἷς καὶ σαρκωδέστερος, ἡ δὲ σχίσις καὶ τὰ ᾠὰ ἄνω πρὸς τῷ ὑποζώματι. Ὅσα δὲ τῶν ἀπόδων εἰς τὸ φανερὸν μὲν ζῳοτοκεῖ ἐν αὑτοῖς δ’ ᾠοτοκεῖ, οἷον οἵ τε γαλεοὶ καὶ τἆλλα τὰ καλούμενα σελάχη (καλεῖται δὲ σέλαχος ὃ ἂν ἄπουν ὂν καὶ βράγχια ἔχον ζῳοτόκον ᾖ), τούτων δὴ δικρόα μὲν ἡ ὑστέρα, ὁμοίως δὲ καὶ πρὸς τὸ ὑπόζωμα τείνει, καθάπερ καὶ τῶν ὀρνίθων. Ἔτι δὲ διὰ μέσου τῶν δικρόων κάτωθεν ἀρξαμένη μέχρι πρὸς τὸ ὑπόζωμα τείνει, καὶ τὰ ᾠὰ ἐνταῦθα γίνεται καὶ ἄνω ἐπ’ ἀρχῇ τοῦ ὑποζώματος· εἶτα προελθόντα εἰς τὴν εὐρυχωρίαν ζῷα γίνεται ἐκ τῶν ᾠῶν. Αὐτῶν δὲ τούτων πρὸς ἄλληλά τε καὶ πρὸς τοὺς ἄλλους ἰχθῦς ἡ διαφορὰ τῶν ὑστερῶν ἀκριβέστερον ἂν θεωρηθείη τοῖς σχήμασιν ἐκ τῶν ἀνατομῶν. Ἔχει δὲ καὶ τὸ τῶν ὄφεων γένος πρός τε ταῦτα καὶ πρὸς ἄλληλα διαφοράν. Τὰ μὲν γὰρ ἄλλα γένη τῶν ὄφεων ᾠοτοκεῖ, ἔχις δὲ ζῳοτοκεῖ μόνον, ᾠοτοκήσας ἐν αὑτῷ πρῶτον· διὸ παραπλησίως ἔχει τὰ περὶ τὴν ὑστέραν τοῖς σελάχεσιν. Ἡ δὲ τῶν ὄφεων ὑστέρα μακρά, καθάπερ τὸ σῶμα, τείνει κάτωθεν ἀρξαμένη ἀφ’ ἑνὸς πόρου συνεχής, ἔνθεν καὶ ἔνθεν τῆς ἀκάνθης, οἷον πόρος ἑκάτερος ὤν, μέχρι πρὸς τὸ ὑπόζωμα, ἐν ᾗ τὰ ᾠὰ κατὰ στοῖχον ἐγγίνεται, καὶ ἐκτίκτει οὐ καθ’ ἓν ἀλλὰ συνεχές. Ἔχει δὲ τὴν ὑστέραν, ὅσα μὲν ζῳοτοκεῖ καὶ ἐν αὑτοῖς καὶ εἰς τοὐμφανές, ἄνωθεν τῆς κοιλίας, ὅσα δ’ ᾠοτοκεῖ, πάντα κάτωθεν πρὸς τῇ ὀσφύϊ. Ὅσα δ’ εἰς τὸ φανερὸν μὲν ζῳοτοκεῖ ἐν αὑτοῖς δ’ ᾠοτοκεῖ, ἐπαμφοτερίζει· τὸ μὲν γὰρ κάτωθεν πρὸς τὴν ὀσφὺν αὐτῆς μέρος ἐστίν, ἐν ᾧ τὰ ᾠά, τὸ δὲ περὶ τὴν ἔξοδον ἐπάνω τῶν ἐντέρων. Ἔτι δὲ διαφορὰ καὶ ἥδε πρὸς ἀλλήλας ἐστὶ τῶν ὑστερῶν. Τὰ μὲν γὰρ κερατοφόρα καὶ μὴ ἀμφώδοντα ἔχει κοτυληδόνας ἐν τῇ ὑστέρᾳ, ὅταν ἔχῃ τὸ ἔμβρυον, καὶ τῶν ἀμφωδόντων οἷον δασύπους καὶ μῦς καὶ νυκτερίς· τὰ δ’ ἄλλα τὰ ἀμφώδοντα καὶ ζῳοτόκα καὶ ὑπόποδα πάντα λείαν ἔχει τὴν ὑστέραν, καὶ ἡ τῶν ἐμβρύων ἐξάρτησις ἐξ αὐτῆς ἐστὶ τῆς ὑστέρας, ἀλλ’ οὐκ ἐκ κοτυληδόνος.

Τὰ μὲν οὖν ἀνομοιομερῆ ἐν τοῖς ζῴοις μέρη τοῦτον ἔχει τὸν τρόπον, καὶ τὰ ἐκτὸς καὶ τὰ ἐντός.

تفسير القول الثالث من كتاب أرسطوطاليس فى طبائع الحيوان

〈أعضاء التناسل فى: السمك، والطير، والحيات، والحيوان الذى يلد حيواناً〉

فقد ذكرنا حال سائر الأعضاء التى فى باطن أجزاء الحيوان، وأحصينا كم وأيما هى واختلاف أصنافها. فأما حيننا هذا، فإنا نذكر الأعضاء الموافقة للولادة، أعنى الخصى وغير ذلك فإنها ليست بظاهرة فى جميع الإناث، بل باطنة. فأما الذكورة فلها خطى مختلفة بأنواع شتى.

فينبغى أن يعلم أنه ليس لبعض الحيوان الذى له دم: خصىً ألبتة؛ ولبعض الذكورة خصى، وهى باطنة فى أماكن مختلفة: لأنها فى بعضها تكون لاصقة بالفقار قريبةً من موضع الكلى، وفى بعضها تكون لاصقةً بالبطن. وما كان منها ظاهراً فهو مختلف أيضاً، لأنها ربما كانت لاصقة بالبطن، وربما كانت مرسلة مدلاة. والذكر كذلك يكون فى بعض الحيوان لاصقاً ببطونها، وفى بعض الحيوان مرسلاً مدلى. وذلك مختلف أيضاً فى الحيوان الذى يبول إلى خلف، والذى يبول إلى قدام.

وينبغى أن يعلم أنه ليس لشىء من أصناف وأجناس السمك خصى ولا لشىء مما له آذان (= خياشيم) يقبل بها الماء ويدفعه: ولا لشىء من أجناس الحيات ولا لجميع الحيوان الذى ليس له أرجل و〈لا〉 هو يلد حيواناً مثله فى جوفه. فأما أجناس الطائر فلها خصىً لاصقة بفقارها. ولجميع الحيوان الذى له أربع أرجل ويبيض بيضاً مثل السام أبرص والسلحفاة والجرذون والقنفذ 〈وهو مما〉 يلد حيواناً فى جوفه. فأما الحيوان الذى له خصى لاصقة ببطنه فهو مثل الدلفين وما يشبهه من الحيوان الذى ليس له أرجل. فأما الحيوان الذى له أربع أرجل ويلد حيواناً مثله فى جوفه فمثل الفيل. فأما سائر الحيوان الذى ذكرنا فله خصى بينة ظاهرة وهى متعلقة [٥١] بالبطن والمكان المتصل به، أعنى الذى يليه. وقد وصفنا، فيما سلف، اختلافها: لأنها تكون فى بعض الحيوان متصلة بالبطن ليست بمرسلة: 〈مثلما هى الحال فى نوع الخنازير؛ وفى البعض الآخر تكون مرسلة〉، مثل خصى الناس.

فلبعض الحيوان خصى، وليست لبعضها خصى، كما وصفنا أولاً. فأما الحيات فلها سبيلان آخذان من ناحية الحجاب إلى نواحى الفقار. وذانك السبيلان يجتمعان إلى سبيل واحد فوق مكان مخرج الفضلة عند الشوكة. وهذان السبيلان يكونان فى أوان السفاد مملوئين من الزرع. وذلك بين من قبل أنه إن عصرهما أحد بيده يخرج الزرع أبيض. فأما الاختلاف الذى بينهما فليس يظهر إلا عند شق الأجواف وكشفها. وسنذكر فيما يستقبل حال كل واحدة منها خاصةً بقول ألطف.

فأما جميع الحيوان الذى يبيض بيضاً وله رجلان أو أربعة أرجل فله خصىً تحت الحجاب، وهى فى بعضها بيض، وفى بعضها صفراء اللون مشتبكة محتبسة بعروق دقاق جداً. وسبلها تلتئم إلى سبيل واحد، كما [وصفنا] عند السمك، 〈أعنى〉 فوق موضع مخرج الفضلة. 〈وهذا السبيل هو الذى يكون القضيب〉: وذلك أيضاً مختلف، لأنه ليس يبين فيما صغر منها؛ فأما فيما عظم منها فبين، مثلما يكون فى الوز وما يشبهه فى عظم الجثة، فإنه يكون فيها ظاهراً بيناً ولا سيما إذا كان السفاد حديثاً.

فأما السبل فهى لاصقة بالفقار تحت البطن والمعى فيما بين العرق العظيم الذى يخرج منه سبيلان، ويأخذ إلى كل واحد من الخصى وهذه السبيل فى السمك على مثل هذه الحال. وكما قلنا فيما سلف: إن هذه السبيل تكون فى أوان سفاد السمك مملوءةً زرعاً، ولذلك تكون ظاهرةً جداً. فاذا جاز أوان السفاد تكون غامضة خفية. كذلك تكون خصى أجناس الطير قبل أوان السفاد: فإنها صغار خفية، فإذا سفدت ظهرت خصاها كثيرة بينة جداً، وذلك خاصةً يعرض للحمام والقبج، ولذلك يظن كثير من الناس أنه ليس لها خصى فى زمان الشتاء.

وكما قلنا فيما سلف إن خصى بعض الحيوان فى مقادمها لاصقة ببطونها، مثل الدلفين، وخصى بعضها خارجة ظاهرة [٥٢] فى آخر بطونها. فأما سائر ذلك فهى فيها متشابهة لأن بعضه قريب من بعض، والاختلاف الذى بينها من قبل أن خصى بعضها تكون مفردةً بذاتها فى جلد يسترها ويغطيها.

وخلقة الخصى فى جميع الحيوان المشاء الذى يلد حيواناً مثله على مثل هذه الحال: يخرج سبيلان — خلقتهما من عروق — من العرق الأعظم الذى يسمى باليونانية أورطى. وينتهى كل واحد من السبيلين إلى رأس كل واحد من الخصى. ويخرج سبيلان آخران من الكلى، وهما مملوآن دماً. فأما السبيلان اللذان يخرجان من العرق الذى يسمى أورطى، فليس منهما دم. فأما من ناحية رأس كل واحد من الخصى، فانه يخرج سبيل أصفق من السبيل الآخر، وهو من عصب، ثم يعطف أيضاً إلى رأس الخصية. ويجتمع السبيلان فيلتئمان إلى متمدم الذكر. والسبيلان اللذان يعطفان، أعنى الناتئين على الخصى، فهما مستوران بصفاق واحد، ولذلك يظن الذى يعاينهما أنهما سبيل واحد إن لم يشق الصفاق ويفرق فيما بينهما. 〈و〉فى هذين السبيلين اللاصقين فى الخصى رطوبة أقل من الرطوبة التى توجد فى السبيلين اللذين يخرجان من العرق الذى يسمى أورطى. فأما فى السبيلين الآخذين إلى الذكر، فانه توجد رطوبة بيضاء. ويخرج سبيل من المثانة وينتهى إلى الناحية العليا من الذكر. 〈وسنفحص عما أتينا على ذكره وفقاً للشكل المرسوم فى أسفل: فالحرف A يمثل نقطة ابتداء السبل الآتية من الأورطى، والحرفان K K يمثلان رءوس الخصى والسبل النازلة، والحرفان Ω Ω يمثلان السبل الآتية من السبل السابقة وتتطابق على الخصية، والحرفان B B يمثلان السبل المطوية التى فيها توجد الرطوبة البيضاء، والحرف ∆ يمثل الذكر، والحرف E المثانة، والحرفان ΨΨ الخصى.〉

فاذا نزعت أو قطعت الخصى تنجذب هذه السبل إلى الناحية العليا. وربما رض بعض الناس خصى الحيوان إذا كانت صغيرة، وربما أخصوها بعد أن تكبر. وقد عرض لثور من الثيران أنه خصى، ثم سفد من ساعته، وعلقت منه الأنثى، وولدت. فهذه صفة خصى الحيوان وخلقتها واختلافها.

〈خصائص الرحم〉

فأما أرحام الحيوان الذى له رحم فهى أيضاً مختلفة لا يشبه بعضها بعضاً. وليست أرحام الحيوان الذى يلد حيواناً مختلفة فقط، بل أرحام الحيوان الذى يبيض بيضاً أيضاً. وأطراف أرحام جميع الحيوان مفترقة بفرقين: الفرق الواحد فى الناحية اليسرى، والفرق الآخر فى الناحية اليمنى. فأما رءوس [٥٣] الأرحام فمتصلة، وأفواهها كمثل، لأن فم الرحم مثل أنبوب مجوف، خلقته من لحم وعصب، وذلك فى كثرة الحيوان الذى له رحم مشقوق باثنين. وإنما قلنا ذلك لأن الفم الذى يشبه الأنبوب، وإن كان فى بعض الحيوان واحداً، ولكن هو مشقوق من الناحية العليا، كما نضيف فيما نستأنف 〈وأحد الجزئين يسمى الرحم [ومن هنا قيل: ذوو الأرحام]، والآخر — وهو القناة وعنق الرحم — هو المهبل〉. فجميع أرحام الحيوان الذى يلد حيواناً وله رجلان أو أربعة أرجل تكون تحت الحجاب، مثلما يكون فى النساء وإناث الكلاب والخنازير والخيل والثيران وذوات القرون — وذلك فى جميعها متفق متشابه. وللأرحام فوق الأطراف التى تسمى قروناً: التفاف والتواء.

فأما أرحام الطير الذى يبيض بيضاً فى الظاهر فهى مختلفة، لأن أرحام جميع أصناف الطير موضوعة تحت الحجاب، وأرحام أصناف السمك فى أسفل البطن، كمثل ما يكون فى الحيوان الذى يلد حيواناً وله رجلان أو أربع أرجل، 〈مع هذا الفارق وهو أن〉 أرحامها دقاق مستطيلة خلقتها من عصب، ولذلك يظن أن أرحام السمك 〈الصغير جداً〉 مستطيلة متصلة وأن البيض الذى يكون فيها مجتمع فى وعاء واحد: وليس هو كما يظنون، وإنما هو بيض مفترق فى جزئين، ولذلك يفترق البيض أيضاً فى أجزاء كثيرة.

فأما أرحام أصناف الطير فإن أنابيبها من أسفل مخلوقة من لحم صلب سديد. فأما ما يلى ناحية الحجاب منها فخلقته من صفاق رقيق جداً، بقدر ما يظن الذى يعاين البيض أنه خارج من الرحم. وذلك أن الصفاق بين فيما عظم من الطير. وإن نفخ أحد عنق الرحم الذى يشبه الأنبوب، كما وصفناه ينتفخ ويرتفع أيضاً صفاق الرحم. فأما فيما صغر من الطير، فليس ذلك بيناً.

فهذه حال الأرحام فى الحيوان الذى له أربع أرجل ويبيض بيضاً، مثل السلحفاة والسام أبرص والضفدع وكل ما يشبه هذا الصنف، لأن أعناق أرحامها من أسفل مخلوقة من لحم، فأما الافتراق والبيض ففوق، تحت الحجاب. فأما ما كان من الحيوان الذى ليس له رجلان، وهو يبيض فى جوفه ويلد حيواناً فى الظاهر 〈وذلك مثل القروش squales وسائر السلاشى، كما تدعى [ويسمى: «سلاشى» كل حيوان يلد حيواناً وليس له أرجل ولكن له خياشيم]〉 [٥٤] فإن أرحامها مفترقة باثنين، وهى تحت الحجاب، مثل أرحام أصناف الطير. وفى ذينك الفرقين يكون البيض فى الناحية العليا التى تلى الحجاب. وإذا نزل إلى الناحية السفلى حيث المكان الواسع، يكون حيواناً. وذلك بين فى جميع الحيوان الذى يسمى باليونانية غالا γαλεοι وسلاشى σελαχη — وإنما يسمى سلاخوس σελαχοσ الحيوان البحرى الذى ليس له رجلان وله أذنان (=خيشومان) ويلد حيواناً. واختلاف أرحام هذه الأصناف — وهذا الاختلاف الذى بين خلقة الأرحام وأشكالها — يظهر من الشق والمعاينة.

وفى أرحام أجناس الحيات أيضاً اختلاف فيما بينها وبين أرحام سائرها من الحيوان، وفيما بين بعضها البعض، لأن جميع أجناس الحيات تبيض بيضاً. فأما الأفاعى فهى تلد حيواناً فقط. وهى تبيض أولاً فى جوفها بيضاً، ثم تصير هناك حيواناً قبل أن تولد. ولذلك خلقة رحم الأفعى شبيهة بخلقة رحم الحيوان البحرى الذى يسمى سلاشى. فرحم الحية مستطيل الخلقة شبيه بخلقة الجسد. ورحم الحية يبتدئ من الناحية السفلى ويأخذ إلى الناحية العليا من كلا جانبى الشوكة وكل ناحية منه شبيهة بسبيل آخذ إلى ناحية الحجاب، وفيه يكون البيض مصفوفاً واحدة واحدة. فإذا باضت الحية، فإنها لا تبيض بيضة مفردة، بل يبيض جميع البيض متصلاً بعضه ببعض.

وأرحام الحيوانات التى تبيض فى باطنها وفى الظاهر، تكون فوق بطونها. فأما ما يلد منها حيواناً، فرحمه قريب من الفقار. وما يبيض بيضاً فى جوفه ويلد فى الظاهر حيواناً فهو مشترك فيما بين الأمرين اللذين وصفنا، لأن جزء أرحامها الذى يكون فى الحيوان قريب من الفقار، فأما الجزء الذى منه يكون الخروج، وهو المكان الذى فيه البيض، ففوق المعى.

وأيضاً فى خلقة الأرحام، إذا قيست بعضها إلى بعض، اختلاف آخر من قبل أن الحيوان الذى له قرن وليس له أسنان فى الفك الأعلى والفك الأسفل تكون فى أرحامه عروق ظاهرة كثيرة إذا كانت حاملة، 〈وتلك حال — من بين〉 بعض الحيوان الذى له أسنان فى الفكين — [كمثل] الفأر والوطواط 〈والأرنب الجبلى〉 وما [٥٥] يشبهها؛ فأما سائر الحيوان الذى له أسنان فى الفكين ويلد حيواناً وله أرجل فأرحامه ملس، وما يحمل فيها يكون متعلقاً بالرحم، وليس بأفواه العروق التى وصفنا.

فهذه حال أعضاء الحيوان التى أجزاؤها لا يشبه بعضها بعضاً: ما كان منها باطناً، وما كان فى الظاهر.