Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Τὰ δ’ ὀστᾶ τοῖς ζῴοις ἀφ’ ἑνὸς πάντα συνηρτημένα ἐστὶ καὶ συνεχῆ ἀλλήλοις ὥσπερ αἱ φλέβες· αὐτὸ δὲ καθ’ αὐτὸ οὐδέν ἐστιν ὀστοῦν. Ἀρχὴ δὲ ἡ ῥάχις ἐστὶν ἐν πᾶσι τοῖς ἔχουσιν ὀστᾶ. Σύγκειται δ’ ἡ ῥάχις ἐκ σφονδύλων, τείνει δ’ ἀπὸ τῆς κεφαλῆς μέχρι πρὸς τὰ ἰσχία. Οἱ μὲν οὖν σφόνδυλοι πάντες τετρημένοι εἰσίν, ἄνω δὲ τὸ τῆς κεφαλῆς ὀστοῦν συνεχές ἐστι τοῖς ἐσχάτοις σφονδύλοις, ὃ καλεῖται κρανίον. Τούτου δὲ τὸ πριονωτὸν μέρος ῥαφή. Ἔστι δὲ οὐ πᾶσιν ὁμοίως ἔχον τοῦτο τοῖς ζῴοις· τὰ μὲν γὰρ ἔχει μονόστεον τὸ κρανίον, ὥσπερ κύων, τὰ δὲ συγκείμενον, ὥσπερ ἄνθρωπος, καὶ τούτου τὸ μὲν θῆλυ κύκλῳ ἔχει τὴν ῥαφήν, τὸ δ’ ἄρρεν τρεῖς ῥαφὰς ἄνωθεν συναπτούσας, τριγωνοειδεῖς· ἤδη δ’ ὤφθη καὶ ἀνδρὸς κεφαλὴ οὐκ ἔχουσα ῥαφάς. Σύγκειται δ’ ἡ κεφαλὴ οὐκ ἐκ τεττάρων ὀστῶν, ἀλλ’ ἐξ ἕξ· ἔστι δὲ δύο τούτων περὶ τὰ ὦτα, μικρὰ πρὸς τὰ λοιπά. Ἀπὸ δὲ τῆς κεφαλῆς αἱ σιαγόνες τείνουσιν ὀστᾶ. Κινεῖται δὲ τοῖς μὲν ἄλλοις ζῴοις ἅπασιν ἡ κάτωθεν σιαγών· ὁ δὲ κροκόδειλος ὁ ποτάμιος μόνος τῶν ζῴων κινεῖ τὴν σιαγόνα τὴν ἄνωθεν. Ἐν δὲ ταῖς σιαγόσιν ἔνεστι τὸ τῶν ὀδόντων γένος, ὀστοῦν τῇ μὲν ἄτρητον τῇ δὲ τρητόν, καὶ ἀδύνατον γλύφεσθαι τῶν ὀστῶν μόνον. Ἀπὸ δὲ τῆς ῥάχεως ἥ τε περόνη ἐστὶ καὶ αἱ κλεῖς καὶ αἱ πλευραί. Ἔστι δὲ καὶ τὸ στῆθος ἐπὶ πλευραῖς κείμενον· ἀλλ’ αὗται μὲν συνάπτουσιν, αἱ δ’ ἄλλαι ἀσύναπτοι· οὐδὲν γὰρ ἔχει ζῷον ὀστοῦν περὶ τὴν κοιλίαν. Ἔτι δὲ τά τ’ ἐν τοῖς ὤμοις ὀστᾶ, καὶ αἱ καλούμεναι ὠμοπλάται, καὶ τὰ τῶν βραχιόνων ἐχόμενα, καὶ τούτων τὰ ἐν ταῖς χερσίν. Ὅσα δ’ ἔχει σκέλη πρόσθια, καὶ ἐν τούτοις τὸν αὐτὸν ἔχει τρόπον. Κάτω δ’ ᾗ περαίνει, μετὰ τὸ ἰσχίον ἡ κοτυληδών ἐστι καὶ τὰ τῶν σκελῶν ἤδη ὀστᾶ, τά τ’ ἐν τοῖς μηροῖς καὶ κνήμαις, οἳ καλοῦνται κωλῆνες, ὧν μέρος τὰ σφυρά, καὶ τούτων τὰ καλούμενα πλῆκτρα ἐν τοῖς ἔχουσι σφυρόν· καὶ τούτοις συνεχῆ τὰ ἐν τοῖς ποσίν. Ὅσα μὲν οὖν τῶν ἐναίμων καὶ πεζῶν ζῳοτόκα ἐστίν, οὐ πολὺ διαφέρει τὰ ὀστᾶ, ἀλλὰ κατ’ ἀναλογίαν μόνον σκληρότητι καὶ μαλακότητι καὶ μεγέθει. Ἔτι δὲ τὰ μὲν ἔχει μυελὸν τὰ δ’ οὐκ ἔχει τῶν ἐν τῷ αὐτῷ ζῴῳ ὀστῶν. Ἔνια δὲ ζῷα οὐδ’ ἂν ἔχειν δόξειεν ὅλως μυελὸν ἐν τοῖς ὀστοῖς, οἷον λέων, διὰ τὸ πάμπαν ἔχειν μικρὸν καὶ λεπτὸν καὶ ἐν ὀλίγοις· ἔχει γὰρ ἐν τοῖς μηροῖς καὶ βραχίοσιν. Στερεὰ δὲ πάντων μάλιστα ὁ λέων ἔχει τὰ ὀστᾶ· οὕτω γάρ ἐστι σκληρὰ ὥστε συντριβομένων ὥσπερ ἐκ λίθων ἐκλάμπειν πῦρ. Ἔχει καὶ ὁ δελφὶς ὀστᾶ, ἀλλ’ οὐκ ἄκανθαν. Τὰ δὲ τῶν ἄλλων ζῴων τῶν ἐναίμων τὰ μὲν μικρὸν παραλλάττει, οἷον τὰ τῶν ὀρνίθων, τὰ δὲ τῷ ἀνάλογόν ἐστι ταὐτά, οἷον ἐν τοῖς ἰχθύσι· τούτων γὰρ τὰ μὲν ζῳοτοκοῦντα χονδράκανθά ἐστιν, οἷον τὰ καλούμενα σελάχη, τὰ δ’ ᾠοτοκοῦντα ἄκανθαν ἔχει, ἥ ἐστιν ὥσπερ τοῖς τετράποσιν ἡ ῥάχις. Ἴδιον δὲ ἐν τοῖς ἰχθύσιν, ὅτι ἐν ἐνίοις εἰσὶ κατὰ τὴν σάρκα κεχωρισμένα ἀκάνθια λεπτά. Ὁμοίως δὲ καὶ ὁ ὄφις ἔχει τοῖς ἰχθύσιν· ἀκανθώδης γὰρ ἡ ῥάχις αὐτοῦ ἐστίν. Τὰ δὲ τῶν τετραπόδων μὲν ᾠοτοκούντων δὲ τῶν μὲν μειζόνων ὀστωδέστερά ἐστι, τῶν δ’ ἐλαττόνων ἀκανθωδέστερα. Πάντα δὲ τὰ ζῷα ὅσα ἔναιμά ἐστιν, ἔχει ῥάχιν ἢ ὀστώδη ἢ ἀκανθώδη· τὰ δ’ ἄλλα μόρια τῶν ὀστῶν ἐνίοις μέν ἐστιν, ἐνίοις δ’ οὐκ ἔστιν, ἀλλ’ ὡς ὑπάρχει τοῦ ἔχειν τὰ μόρια, οὕτω καὶ τοῦ ἔχειν τὰ ἐν τούτοις ὀστᾶ. Ὅσα γὰρ μὴ ἔχει σκέλη καὶ βραχίονας, οὐδὲ κωλῆνας ἔχει, οὐδ’ ὅσα ταὐτὰ μὲν ἔχει μόρια, μὴ ὅμοια δέ· καὶ γὰρ ἐν τούτοις ἢ τῷ μᾶλλον καὶ ἧττον διαφέρει ἢ τῷ ἀνάλογον.

Τὰ μὲν οὖν περὶ τὴν τῶν ὀστῶν φύσιν τοῦτον ἔχει τὸν τρόπον τοῖς ζῴοις·

〈العظام〉

فأما العظام التى فى أجساد سائر الحيوان فبعضها يلى بعضها، وتركيبها مؤلف لأن بعضها لاصقة ببعض، وليس يمكن أن يكون عظم مفرداً بذاته فى شىء من الأعضاء، أعنى فى أجساد الحيوان التى يكون فيها عظام.

فأما تركيب الفقار فمن خرز. 〈و〉ابتداء الفقار من ناحية الرأس إلى الوركين. وجميع الخرز بعضه لاصق ببعض، وفوقها عظم الرأس لاصق بها، أعنى الجمجمة.

وليس عظم الجمجمة فى رءوس جميع الحيوان على حال واحد، لأنها ربما كانت مركبة من عظم واحد، مثل رأس الكلب، وربما كانت مركبةً من عظام كثيرة مثل رأس الإنسان؛ وفى رءوس الناس خياطات، فأما رءوس النساء فخياطتها مستديرة، وأما رءوس الرجال ففيها ثلاث خياطات تجتمع إلى أصل واحد ويكون شبيهاً بشكل مثلثة. وقد وجد، فيما سلف، رأس رجل ليس فيه خياطة ألبتة. وعظم الرأس مركب ليس من أربع خياطات، بل من ست: منها اثنتان فيما يلى الأذنين، والأربع فى سائر الرأس. فأما عظام الوجنتين فهى ممتدة من مقدم عظم الرأس. وجميع الحيوان يحرك الفك الأسفل ما خلا التمساح، فإنه يحرك الفك الأعلى من جميع الحيوان فقط. والأسنان مغروزة فى عظام الوجنتين والفك الأسفل؛ وربما كانت أسنان بعض الحيوان مثقوبة بثقب نافذة إلى أصولها، وربما كانت على خلاف ذلك. وليس يمكن أن ينشر شىء من الأسنان بالحديد.

فأما عظام الترقوتين والأضلاع فهى لاصقة بعظام الفقار. وبفقر الأضلاع تلتصق وينضم بعضها لبعض، ومنها ما لا يلصق بصاحبه الذى يكون قبالته. وليس تكون عظام فى بطون شىء من الحيوان ألبتة. وعظام مراجع الكتفين مركبة على عظام الأكتاف وبعدها عظام العضدين والذراعين والكفين.

فأما عظام الفخذين فهى لاصقة بعظم القحقح، وبعدها عظام الساقين والقدمين.

وليس فيما بين عظام الحيوان الذى له دم ورجلان — اختلاف إلا شىء يسير. وإنما اختلافها باللين والجساوة والعظم. وفى عظام بعض الحيوان مخ، وليس فى بعضها. ومن الحيوان ما ليس فى عظمه مخ إلا شىء قليل فى يسير منها، مثل الأسد: فإنه لا يوجد فى عظامه مخ، غير عظام الفخذين والعضدين، وذلك دقيق قليل. وعظام الأسد خاصةً صلبة أكثر من عظام جميع الحيوان وأكثر جساوةً، ولذلك إذا حك أحد بعضها ببعض خرجت منها نار.

وللدلفين أيضاً عظام، وليس له شوك. فأما عظام سائر الحيوان الذى له دم فهى تختلف اختلافاً يسيراً، مثل أجناس الطير. وشوك حيوان البحر أيضاً مختلف: لأن ما كان منها يلد حيواناً فهو غليظ الشوكة، مثل الحيوان الذى يسمى باليونانية سلاشى؛ فأما ما يبيض منها بيضاً فله شوك شبيه بفقار الحيوان الذى له أربع أرجل. وفى أجساد السمك شىء خاص بها، أعنى أن فى لحوم عظامها شوكاً دقيقاً مفترقاً. وللحيات أيضاً شوك شبيه بشوك [٨٦] السمك، لأن فقارها شبيهة بالشوك.

فأما ما كان من الحيوان الذى له أربع أرجل ويبيض بيضاً، فإن خلقة عظام ما عظم منها أشبه بخلقة عظام غيرها. فأما ما صغر منها فخلقتها قريبة من خلقة الشوك. ولجميع الحيوان الذى له دم فقار مخلوق إما من عظم، وإما من شوك. فأما سائر عظام أجسادها، فإنها تختلف بقدر اختلاف أعضائها.

فهذه صفة خلقة وحال عظام الحيوان.