Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Τὰ δ’ ὀστρακόδερμα τῶν ζῴων, οἷον οἵ τε κοχλίαι καὶ οἱ κόχλοι καὶ πάντα τὰ καλούμενα ὄστρεα, ἔτι δὲ τὸ τῶν ἐχίνων γένος, τὸ μὲν σαρκῶδες, ὅσα σάρκας ἔχει, ὁμοίως ἔχει τοῖς μαλακοστράκοις (ἐντὸς γὰρ ἔχει), τὸ δ’ ὄστρακον ἐκτός, ἐντὸς δ’ οὐθὲν σκληρόν. Αὐτὰ δὲ πρὸς αὑτὰ διαφορὰς ἔχει πολλὰς καὶ κατὰ τὰ ὄστρακα καὶ κατὰ τὴν σάρκα τὴν ἐντός. Τὰ μὲν γὰρ αὐτῶν οὐκ ἔχει σάρκα οὐδεμίαν, οἷον ἐχῖνος, τὰ δ’ ἔχει μέν, ἐντὸς δ’ ἔχει τὴν σάρκα ἀφανῆ πᾶσαν πλὴν τῆς κεφαλῆς, οἷον οἵ τε χερσαῖοι κοχλίαι καὶ τὰ καλούμενα ὑπό τινων κοκάλια καὶ τῶν ἐν τῇ θαλάττῃ αἵ τε πορφύραι καὶ οἱ κήρυκες καὶ ὁ κόχλος καὶ τἆλλα τὰ στρομβώδη. Τῶν δ’ ἄλλων τὰ μέν ἐστι δίθυρα τὰ δὲ μονόθυρα· λέγω δὲ δίθυρα τὰ δυσὶν ὀστράκοις περιέχομενα, μονόθυρα δὲ τὰ ἑνί· τὸ δὲ σαρκῶδες ἐπιπολῆς, οἷον ἡ λεπάς. Τῶν δὲ διθύρων τὰ μέν ἐστιν, ἀνάπτυχα, οἷον οἱ κτένες καὶ οἱ μύες· ἅπαντα γὰρ τὰ τοιαῦτα τῇ μὲν συμπέφυκε τῇ δὲ διαλέλυται, ὥστε συγκλείεσθαι καὶ ἀνοίγεσθαι. Τὰ δὲ δίθυρα μέν ἐστιν, ὁμοίως δὲ συγκέκλεισται ἐπ’ ἀμφότερα, οἷον οἱ σωλῆνες. Ἔστι δ’ ἃ ὅλα περιέχεται τῷ ὀστράκῳ καὶ οὐδὲν τῆς σαρκὸς ἔχει εἰς τὸ ἔξω γυμνόν, οἷον τὰ καλούμενα τήθυα. Ἔτι δ’ αὐτῶν τῶν ὀστράκων διαφοραὶ πρὸς ἄλληλά εἰσιν. Τὰ μὲν γὰρ λειόστρακά ἐστιν, ὥσπερ σωλὴν καὶ μύες καὶ κόγχαι ἔνιαι αἱ καλούμεναι ὑπό τινων γάλακες, τὰ δὲ τραχυόστρακα, οἷον τὰ λιμνόστρεα καὶ πίννα καὶ γένη κόγχων ἔνια καὶ κήρυκες· καὶ τούτων τὰ μὲν ῥαβδωτά ἐστιν, οἷον κτεὶς καὶ κόγχων τι γένος, τὰ δ’ ἀρράβδωτα, οἷον αἳ τε πίνναι καὶ κόγχων τι γένος. Καὶ πάχει δὲ καὶ λεπτότητι τῶν ὀστράκων διαφέρουσιν, ὅλων τε τῶν ὀστράκων καὶ κατὰ μέρος, οἷον περὶ τὰ χείλη· τὰ μὲν γὰρ λεπτοχειλῆ ἐστίν, οἷον οἱ μύες, τὰ δὲ παχυχειλῆ, οἷον τὰ λιμνόστρεα. Ἔτι τὰ μὲν κινητικὰ αὑτῶν ἐστίν, οἷον ὁ κτείς (ἔνιοι γὰρ καὶ πέτεσθαι λέγουσι τοὺς κτένας, ἐπεὶ καὶ ἐκ τοῦ ὀργάνου ᾧ θηρεύονται ἐξάλλονται πολλάκις), τὰ δ’ ἀκίνητα ἐκ τῆς προσφυῆς, οἷον ἡ πίννα. Τὰ δὲ στρομβώδη πάντα κινεῖται καὶ ἕρπει· νέμεται δ’ ἀπολυομένη καὶ ἡ λεπάς. Κοινὸν δὲ καὶ τούτων καὶ τῶν ἄλλων τῶν σκληροστράκων τὸ λεῖον εἶναι ἐντὸς τὸ ὄστρακον. Τὸ δὲ σαρκῶδες τοῖς μὲν μονοθύροις καὶ διθύροις προσπέφυκε τοῖς ὀστράκοις, ὥστε βίᾳ ἀποσπᾶσθαι, τοῖς δὲ στρομβώδεσιν ἀπολέλυται μᾶλλον. Ἴδιον δὲ τούτοις κατὰ τὸ ὄστρακον ὑπάρχει πᾶσι τὸ ἑλίκην ἔχειν τὸ ὄστρακον τὸ ἔσχατον ἀπὸ τῆς κεφαλῆς. Ἔτι δ’ ἐπίπτυγμα πάντ’ ἔχει ἐκ γενετῆς. Ἔτι δὲ πάντα τὰ στρομβώδη τῶν ὀστρακοδέρμων δεξιά, καὶ κινεῖται οὐκ ἐπὶ τὴν ἑλίκην ἀλλ’ ἐπὶ τὸ καταντικρύ. Τὰ μὲν οὖν ἔξωθεν μόρια τούτων τῶν ζῴων τοιαύτας ἔχει τὰς διαφοράς· τῶν δ’ ἐντὸς τρόπον μέν τινα παραπλήσιος ἡ φύσις ἐστὶ πάντων, καὶ μάλιστα τῶν στρομβωδῶν (μεγέθει γὰρ ἀλλήλων διαφέρει καὶ τοῖς καθ’ ὑπεροχὴν πάθεσιν), οὐ πολὺ δὲ διαφέρει οὐδὲ τὰ μονόθυρα καὶ δίθυρα, συγκλειστὰ δέ· διαφορὰν γὰρ ἔχει πρὸς ἄλληλα μὲν μικράν, πρὸς δὲ τὰ ἀκίνητα πλείω. Τοῦτο δ’ ἔσται φανερὸν ἐκ τῶν ὕστερον μᾶλλον. Ἡ δὲ φύσις τῶν στρομβοειδῶν ἁπάντων ὁμοίως ἔχει, διαφέρει δ’ ὥσπερ εἴρηται, καθ’ ὑπεροχήν (τὰ μὲν γὰρ μείζω μέρη καὶ ἐνδηλότερα ἔχει αὐτῶν, τὰ δ’ ἐλάττω τοὐναντίον), ἔτι δὲ σκληρότητι καὶ μαλακότητι καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις πάθεσιν. Ἔχει γὰρ πάντα τὴν μὲν ἐξωτάτω ἐν τῷ στόματι τοῦ ὀστράκου σάρκα στιφράν, τὰ μὲν μᾶλλον τὰ δ’ ἧττον. Ἐκ μέσου δὲ τούτου ἡ κεφαλὴ καὶ κεράτια δύο· ταῦτα δ’ ἐν μὲν τοῖς μείζοσι μεγάλα, ἐν δὲ τοῖς ἐλάττοσι πάμπαν μικρά ἐστιν. Ἡ δὲ κεφαλὴ ἐξέρχεται πᾶσι τὸν αὐτὸν τρόπον· κἄν τι φοβηθῇ, συσπᾶται πάλιν εἰς τὸ ἐντός. Ἔχει δὲ στόμα καὶ ὀδόντας ἔνια, οἷον ὁ κοχλίας, ὀξεῖς καὶ μικροὺς καὶ λεπτούς. Ἔχουσι δὲ καὶ προβοσκίδας, ὥσπερ καὶ αἱ μυῖαι· τοῦτο δ’ ἐστὶ γλωττοειδές. Ἔχουσι δὲ καὶ οἱ κήρυκες τοῦτο καὶ αἱ πορφύραι στιφρόν, καὶ ὥσπερ οἱ μύωπες καὶ οἱ οἶστροι τὰ δέρματα διατυπῶσι τῶν τετραπόδων, ὅτι τὴν ἰσχὺν τοῦτ’ ἐστὶ σφοδρότατον· τῶν γὰρ δελεάτων τὰ ὄστρακα διατρυπῶσιν. Τοῦ δὲ στόματος ἔχεται εὐθὺς ἡ κοιλία. Ὁμοία δ’ ἐστὶν ἡ κοιλία προλόβῳ ὄρνιθος ἡ τῶν κόχλων. Κάτω δ’ ἔχει δύο λευκὰ στιφρά, ὅμοια μαστοῖς, οἷα ἐγγίνεται καὶ ἐν ταῖς σηπίαις, πλὴν στιφρὰ ταῦτα μᾶλλον. Ἀπὸ δὲ τῆς κοιλίας στόμαχος ἁπλοῦς μακρὸς μέχρι τῆς μήκωνος, ἥ ἐστιν ἐν τῷ πυθμένι. Ταῦτα μὲν οὖν δῆλα καὶ ἐπὶ τῶν πορφυρῶν καὶ τῶν κηρύκων ἐστὶν ἐν τῇ ἑλίκῃ τοῦ ὀστράκου. Τοῦ δὲ στομάχου τὸ ἐχόμενόν ἐστιν ἔντερον· συνεχὲς δὲ ὅ τε στόμαχος καὶ τὸ ἔντερον, καὶ ἅπαν ἁπλοῦν μέχρι τῆς ἐξόδου. Ἡ δ’ ἀρχὴ τοῦ ἐντέρου περὶ τὴν ἑλίκην τῆς μήκωνος, καὶ ταύτῃ ἐστὶν εὐρύτερον (ἔστι γὰρ ἡ μήκων οἱονεὶ περίττωμα πᾶσι τοῖς ὀστρακηροῖς τὸ πολὺ αὐτῆς), εἶτα ἐπικάμψαν ἄνω φέρεται πάλιν πρὸς τὸ σαρκῶδες, καὶ ἡ τελευτὴ τοῦ ἐντέρου παρὰ τὴν κεφαλήν ἐστιν, ᾗ ἀφιᾶσι τὸ περίττωμα, πᾶσιν ὁμοίως τοῖς στρομβώδεσι καὶ τοῖς χερσαίοις καὶ τοῖς θαλαττίοις. Παρύφανται δ’ ἀπὸ τῆς κοιλίας τῷ στομάχῳ ἐν τοῖς μεγάλοις κόχλοις συνεχόμενος ὑμενίῳ μακρὸς πόρος καὶ λευκός, ὅμοιος τὴν χρόαν τοῖς ἄνω μαστοειδέσιν· ἔχει δ’ ἐντομὰς ὥσπερ τὸ ἐν τῷ καράβῳ ᾠόν, πλὴν τὴν χρόαν τὸ μὲν λευκόν, ἐκεῖνο δ’ ἐρυθρόν. Ἔχει δ’ οὐδεμίαν ἔξοδον τοῦτο οὐδὲ πόρον, ἀλλ’ ἐν ὑμένι ἐστὶ λεπτῷ, κοιλότητα ἔχον ἐν αὑτῷ στενήν. Ἀπὸ δὲ τοῦ ἐντέρου κάτω παρατείνει μέλανα καὶ τραχέα συνεχῆ, οἷα καὶ ἐν ταῖς χελώναις, πλὴν ἧττον μέλανα. Ἔχουσι δὲ καὶ οἱ θαλάττιοι κόχλοι ταῦτα καὶ τὰ λευκά, πλὴν ἐλάττω οἱ ἐλάττους. Τὰ δὲ μονόθυρα καὶ δίθυρα τῇ μὲν ὁμοίως ἔχει τούτοις τῇ δ’ ἑτέρως. Κεφαλὴν μὲν γὰρ καὶ κεράτια καὶ στόμα ἔχουσι καὶ τὸ γλωττοειδές· ἀλλ’ ἐν μὲν τοῖς ἐλάττοσι διὰ μικρότητα αὐτῶν ἄδηλα, τὰ δὲ καὶ ἐν τεθνεῶσιν ἢ μὴ κινουμένοις οὐ δῆλα. Τὴν δὲ μήκωνα πάντα ἔχει, ἀλλ’ οὐκ ἐν τῷ αὐτῷ οὐδὲ ἴσην οὐδ’ ὁμοίως φανεράν, ἀλλ’ αἱ μὲν λεπάδες κάτω ἐν τῷ βάθει, τὰ δὲ δίθυρα ἐν τῷ γιγγλυμώδει. Καὶ τὰ τριχώδη πᾶσιν ὑπάρχει κύκλῳ τούτοις, οἷον καὶ τοῖς κτεσίν. Καὶ τὸ λεγόμενον ᾠὸν τοῖς ἔχουσιν, ὅταν ἔχωσιν, ἐν τῷ ἐπὶ θάτερα κύκλῳ τῆς περιφερείας ἐστίν, ὥσπερ καὶ τὸ λευκὸν τοῖς κόχλοις· καὶ γὰρ ἐκείνοις τοῦτο ὅμοιον ὑπάρχει. Ἀλλὰ πάντα τὰ τοιαῦτα μόρια, ὥσπερ εἴρηται, ἐν μὲν τοῖς μεγάλοις δῆλά ἐστιν, ἐν δὲ τοῖς μικροῖς ἢ οὐδὲν ἢ μόλις. Διὸ μάλιστα ἐν τοῖς μεγάλοις κτεσὶ φανερά ἐστιν· οὗτοι δ’ εἰσὶν οἱ τὴν ἑτέραν θυρίδα πλατεῖαν ἔχοντες, οἷον ἐπίθεμα. Ἡ δὲ τοῦ περιττώματος ἔξοδος τοῖς μὲν ἄλλοις ἐστὶν ἐκ πλαγίου· ἔστι γὰρ πόρος ᾗ πορεύεται ἔξω· ἡ γὰρ μήκων ὥσπερ εἴρηται, περίττωμά ἐστι πᾶσιν ἐν ὑμένι. Τὸ δὲ καλούμενον ᾠὸν οὐκ ἔχει πόρον ἐν οὐθενί, ἀλλ’ αὐτῆς τῆς σαρκὸς ἐπανοιδεῖ· ἔστι δ’ οὐκ ἐπὶ ταὐτὸν τῷ ἐντέρῳ, ἀλλὰ τὸ μὲν ᾠὸν ἐν τοῖς δεξιοῖς, τὸ δ’ ἔντερον ἐν τοῖς ἀριστεροῖς. Τοῖς μὲν οὖν ἄλλοις τοιαύτη ἡ ἔξοδος τῆς περιττώσεως, τῇ δ’ ἀγρίᾳ λεπάδι, ἥν τινες καλοῦσι θαλάττιον οὖς, ὑποκάτω τοῦ ὀστράκου ἡ περίττωσις ἐξέρχεται· τετρύπηται γὰρ τὸ ὄστρακον. Φανερὰ δὲ καὶ ἡ κοιλία μετὰ τὸ στόμα οὖσα ἐν ταύτῃ καὶ τὰ ᾠοειδῆ. Πάντα δὲ ταῦτα τίνα τρόπον τῇ θέσει ἔχει, ἐκ τῶν ἀνατομῶν θεωρείσθω. Τὸ δὲ καλούμενον καρκίνιον τρόπον τινὰ κοινόν ἐστι τῶν τε μαλακοστράκων καὶ τῶν ὀστρακοδέρμων. Αὐτὸ μὲν γὰρ τὴν φύσιν ὅμοιον τοῖς καραβοειδέσι, καὶ γίνεται αὐτὸ καθ’ αὑτό, τῷ δ’ εἰσδύεσθαι καὶ ζῆν ἐν ὀστράκῳ ὅμοιον τοῖς ὀστρακοδέρμοις, ὥστε διὰ ταῦτα ἔοικεν ἐπαμφοτερίζειν. Τὴν δὲ μορφὴν ὡς μὲν ἁπλῶς εἰπεῖν ὅμοιόν ἐστι τοῖς ἀράχναις, πλὴν τὸ κάτω τῆς κεφαλῆς καὶ τοῦ θώρακος μεῖζον ἔχει ἐκείνου. Ἔχει δὲ κεράτια δύο λεπτὰ πυρρά, καὶ ὀφθαλμοὺς ὑποκάτω τούτων δύο μακρούς, οὐκ εἰσδυομένους οὐδὲ κατακλινομένους ὥσπερ οἱ τῶν καρκίνων ἀλλ’ ὀρθούς, ὑποκάτω δὲ τούτων τὸ στόμα καὶ περὶ αὐτὸ καθαπερεὶ τριχώδη ἄττα πλείω, τούτων δ’ ἐχομένους δύο πόδας δικρόους, οἷς προσάγεται, καὶ ἄλλους ἐφ’ ἑκάτερα δύο, καὶ τρίτον μικρόν. Τὸ δὲ κάτω τοῦ θώρακος μαλακὸν ἅπαν ἐστὶ καὶ διοιγόμενον ὠχρὸν ἔνδοθεν. ἀπὸ δὲ τοῦ στόματος πόρος εἷς ἄχρι τῆς κοιλίας· τῆς δὲ περιττώσεως οὐ δῆλος ὁ πόρος. Οἱ δὲ πόδες καὶ ὁ θώραξ σκληρὰ μέν, ἧττον δ’ ἢ τῶν καρκίνων. Πρόσφυσιν δ’ οὐκ ἔχει πρὸς τὰ ὄστρακα ὥσπερ αἱ πορφύραι καὶ οἱ κήρυκες, ἀλλ’ εὐαπόλυτόν ἐστιν. Προμηκέστερα δ’ ἐστὶ τὰ ἐν τοῖς στρόμβοις τῶν ἐν τοῖς νηρείταις. Ἕτερον δὲ γένος ἐστὶ τὸ τῶν νηρειτῶν, τὰ μὲν ἄλλα παραπλήσιον, τῶν δὲ δικρόων ποδῶν τὸν μὲν δεξιὸν ἔχει μικρὸν τὸν δ’ ἀριστερὸν μέγαν, καὶ ποιεῖται τὴν βάδισιν μᾶλλον ἐπὶ τούτῳ. Λαμβάνεται δὲ καὶ ἐν ταῖς κόγχαις τοιοῦτον, ὧν ἐστὶν ἡ πρόσφυσις παραπλησία, καὶ ἐν τοῖς ἄλλοις. Τοῦτον δὲ καλοῦσι κύλλαρον. Ὁ δὲ νηρείτης τὸ μὲν ὄστρακον ἔχει λεῖον καὶ μέγα καὶ στρογγύλον, τὴν δὲ μορφὴν παραπλησίαν τοῖς κήρυξι, πλὴν οὐχ ὥσπερ ἐκεῖνοι τὴν μήκωνα μέλαιναν ἀλλ’ ἐρυθράν· προσπέφυκε δὲ νεανικῶς κατὰ τὸ μέσον. Ἐν μὲν οὖν ταῖς εὐδίαις ἀπολυόμενα νέμεται ταῦτα, πνευμάτων δ’ ὄντων τὰ μὲν καρκίνια ἡσυχάζει πρὸς τοῖς λίθοις, οἱ δὲ νηρεῖται προσέχονται καθάπερ αἱ λεπάδες· ὡσαύτως δὲ καὶ αἱ αἱμορροΐδες καὶ πᾶν τὸ τοιοῦτον γένος. Προσφύονται δὲ ταῖς πέτραις, ὅταν ἀποκλίνωσι τὸ ἐπικάλυμμα· τοῦτο γὰρ ἔοικεν εἶναι ὥσπερ πῶμα· ὃ γὰρ τοῖς διθύροις ἄμφω, τοῦτο τοῖς στρομβώδεσι τὸ ἕτερον μέρος. Τὸ δ’ ἐντὸς σαρκῶδές ἐστι, καὶ ἐν τούτῳ τὸ στόμα. Τὸν αὐτὸν δὲ τρόπον ἔχει ταῖς αἱμορροΐσι καὶ ταῖς πορφύραις καὶ πᾶσι τοῖς τοιούτοις. Ὅσα δ’ ἔχει μείζω τὸν ἀριστερὸν πόδα, ταῦτα ἐν μὲν τοῖς στρόμβοις οὐκ ἐγγίνεται, ἐν δὲ τοῖς νηρείταις ἐγγίνεται. Εἰσὶ δέ τινες κόχλοι οἳ ἔχουσιν ἐν αὑτοῖς ὅμοια ζῷα τοῖς ἀστακοῖς τοῖς μικροῖς, οἳ γίνονται καὶ ἐν τοῖς ποταμοῖς· διαφέρουσι δ’ αὐτῶν τῷ μαλακὸν ἔχειν τὸ ἔσω τοῦ ὀστράκου. Τὴν δ’ ἰδέαν οἷοί εἰσιν, ἐκ τῶν ἀνατομῶν θεωρείσθωσαν.

〈الحيوان الجاسى الخزف〉

فأما الحيوان الجاسى الخزف، مثل الذى يسمى باليونانية قخليا κοΧλιαι أو قخلو κοΧλοι، وجميع الأصناف التى تسمى بالعربية «حلزون»، وجنس القنافذ — فإن الجزء الذى خلقته شبيهة بخلقة اللحم إذا كان فيها فهو شبيه بالجزء الذى فى الحيوان اللين الخزف، لأن ذلك اللحم يكون فى باطنها، والخزف يكون فى ظاهر أجسادها. وفى هذه الأصناف التى وصفنا اختلاف وفصول كثيرة إذا قيست بعضها إلى بعض من قبل اختلاف خزفها واللحم الذى فى باطنها، لأن منها صنفاً ليس فى باطنه لحم ألبتة، مثل القنفذ البحرى؛ وفى باطن بعضها لحم. ورأس هذا الصنف ليس بظاهرة، بل خفية مثل رءوس الحيوان الذى يسمى قخليا κοΧλιαι الذى يكون فى البر، والحيوان الذى يسميه بعض الناس ققليا κοκαλια والحيوان البحرى الذى يسمى باليونانية بورفوراى πορφυραι والذى يسمى كيروكس κηρυκεσ والذى يسمى قخلوس [κοΧλοσ] 〈والتى تسمى بوجه عام:〉 اسطرومبوس، στρυμβοσ فأما سائر ذلك فلبعضه بابان، وإنما أعنى بقولى : «بابين» — كل ما كان له حرفان محيطان بجسده. ومنها ما ليس له غير باب واحد، لأن جزء اللحم الذى فيه يكون فى الظاهر مثل الحيوان الذى يسمى باليونانية ليباس λεπασ. وبعض الحيوان الذى له بابان ينفتح وينغلق، مثل الحيوان الذى يسمى باليونانية قطاناس κτενεσ ومواس μυεσ، فإن جميع هذا الصنف لاصق الأبواب فى ناحية، ومتحلل فى ناحية، ولذلك ينفتح وينغلق؛ ولبعضها بابان وهى تتعلق من كلا الجانبين، مثل الحيوان الذى يسمى سولناس σωληνεσ [٩١] ومنها ما كان جسده محتبساً بخزف، وليس شىء من لحمه مكشوفاً ظاهراً، مثل الحيوان الذى يسمى طسوا τηϑυα.

وأيضاً فى خزف الحيوان الذى ذكرنا اختلاف إذا قيس بعضه إلى بعض، لأن بعضها أملس الخزف مثل الحيوان الذى يسمى سولناس σωληνεσ ومواس μυεσ وقنخا، κογΧαι والحيوان الذى يسميه بعض الناس غلاقاس γαλακεσ وبعضها غليظة خشنة الخزف مثل الحيوان الذى يسمى لمنسطريا λιμνυσρεσ وپنا πινναι وأجناس من الحيوان الذى يسمى قنخا κογΧαι وقيروقاس κηρυκεσ. وأيضاً بعضها مسيرة الخزف بخطوط شبيهة بعضها ببعض، مثل الذى يسمى باليونانية قطيس κτεισ وجنس من أجناس قنخا κογΧαι، ومنها ما هو على خلاف ذلك لأنه ليس بمسير بتلك الخطوط مثل الذى يسمى پنا πινναι وجنس من أجناس قنشار. [κογΧαι].

وأيضاً فى خزفها اختلاف من قبل الغلظ والدقة، وربما كان ذلك فى كل الخزف، وربما كان فى جزء من أجزائها، مثلما يعرض لشفاهها: فإن بعضها دقيقة الشفة مثل 〈بلح البحر moules، وبعضها غليظة الشفة〉 مثل الذى يسمى لمنسطريا λιμνοστρεα.

وأيضاً بعضها متحركة من أماكنها، مثل الحيوان الذى يسمى اقطيس κτεισ، ولذلك يزعم بعض الناس أنه يطير لأنه يزول ويخرج من الإناء الذى به يصاد مراراً شتى؛ وبعضها لا يتحرك ولا يزول من المكان الذى هو به لاصق مشتبك، مثل الحيوان الذى يسمى پنا πινναι. فأما جميع الحيوان الذى يسمى اسطرمبوس στρομβοσ فهو يتحرك ويمشى ويرمى إذا أرسل من المكان الذى يأوى فيه، مثل الذى يسمى لپاس λεπασ.

ويعرض لهذا الصنف ولسائر الحيوان البحرى الجاسى اللحم أن يكون أملس الخزف. — ولحم الصنف الذى له باب واحد وبابان لاصق بالخزف، ولذلك لا ينتزع منه إلا بشدة وعسر، فأما لحم الحيوان الذى يسمى اسطرمبوس فهو ينبرى من الخزف. 〈ومن خصائص جميع أنواع الاسطرمبوس فيما يتعلق بخزفه أن شكل نهاية الخزفة حلزونى فى مقابل الرأس〉. ولجميعها غطاء من قبل الولاد. وأيضاً كل ما كان من صنف الأسطرمبوس وهو جاسى الخزف يتحرك إلى الناحية اليمنى.

فهذه أصناف اختلاف الحيوان الجاسى. — فأما ما فى باطنها من الأعضاء فهو متشابه بنوع من الأنواع، وخاصة فى جنس [٩٢] الاسطرمبوس — وإنما اختلافها من قبل جثتها والأعراض التى تعرض لها. وليس فيما بين الحيوان الذى له باب واحد أو بابان اختلاف، إلا شيئاً يسيراً. فأما الاختلاف الذى بينه وبين الحيوان الذى لا يتحرك من مكانه فكثير. واختلاف أعضاء أجوافها يكون من قبل أن بعضها أعظم وأبين وبعضها أعرض وأخفى، وبعضها جاسية وبعضها لينة، وهى تختلف بسائر الأوصاف والأغراض أيضاً، وذلك من قبل أن لجميع هذه الأصناف فى الناحية الخارجة من أفواه الجوف لحماً صلباً جاسياً، وربما كان ذلك اللحم قليلاً، وربما كان كثيراً. وفى وسط ذلك اللحم الرأس والقرنان، وهذه الأعضاء عظيمة فيما عظم منها وصغيرة فيما صغر منها، ورءوسها جميعاً تخرجها خارجاً. فإذا فزعت انقبضت وأدخلت رءوسها داخل الخزف. ولبعضها أسنان فى أفواهها، مثل الذى يسمى باليونانية قخلياس κοΧλιασ فإن له أسناناً حادة صغاراً دقيقة. ولبعضها خراطيم بها ترعى وتنال طعمها مثل الذباب وغيره، وتلك الخراطيم فى خلقتها شبيهة بخلقة لسان. وللحيوان الذى يسمى باليونانية قيروقاس κηρυξ وفرفر πορψυρα هذا العضو أيضاً وهو صلب جاس مثل خرطوم ذباب الدواب 〈والقمعة〉، ولذلك تنفذ جلود الدواب التى لها أربع أرجل، وقوة خراطيم هذا الحيوان البحرى أقوى كثيراً، ولذلك ربما ثقبت بخراطيمها خزف غيرها من الحيوان. وبعد أفواهها تكون بطونها ولكل واحد منها حوصلة شبيهة بحوصلة 〈الطير〉. وتحت بطونها عضوان أبيضان صلبان شبيهان بخلقة الثديين، وهما مثل العضوين اللذين يكونان فى الحيوان الذى يسمى سپيا، غير أنهما فى هذا الصنف أصلب كثيراً. وبعد بطونها أفواه معدها مبسوطة طويلة تنتهى إلى العضو الذى فى أسفل جثتها. وجميع ما ذكرنا بين فى التواء جوف الحيوان الذى يسمى قيروقاس 〈وفرفر〉 — . وبعد فم المعدة يصاب معى متصل بالمعدة، وهو كله مبسوط، حتى ينتهى إلى مكان خروج الفضلة. وابتداء ذلك المعى من ناحية التواء العضو الذى يسمى باليونانية [٩٣] ميقون μηκων وهو أوسع من ذلك العضو، فإنما ميقون مثل بطن قبول للفضلة التى فى جميع الحيوان الذى له خزف. ثم ينعطف هذا المعى ويأخذ إلى ناحيته العليا أيضاً حيث اللحم الذى ذكرناه، ومنتهاه قريب من الرأس حيث مكان خروج الفضلة، وذلك يكون بنوع واحد فى جميع الصنف الذى ينسب إلى الأسطرمبوس στρομβοσ البحرى والبرى. — وأيضاً يصاب سبيل طويل أبيض، لونه شبيه بلون العضوين اللذين ذكرنا آنفاً وهو كأنه سبيل منسوج بالمعدة من ناحية البطن فيما عظم من الحيوان الذى يسمى قخلوس κοΧλοσ، وفيه تحزيز مثل تحزيز البيض الذى يكون فى الحيوان الذى يسمى قرابوس؛ والاختلاف الذى بينهما من قبل أن هذا أبيض وذاك أحمر. وليس فى هذا السبيل منفذ ولا مخرج ألبتة، وإنما هو محتبس فى صفاق دقيق، وفيه عمق ضيق. وبعد المعى تصاب أيضاً أعضاء سوداء خشنة متصلة ممتدة إلى الناحية السفلى، مثلما يصاب فى صنف السلحفاة، غير أن سواد هذه دون سواء تلك. وهذه الأعضاء توجد فى الحيوان البحرى الذى يسمى قخلوى κοΧλοι أيضاً؛ والأعضاء البيض كمثل عين، 〈إلا〉 أنها أصغر فيما صغر منها.

فأما الحيوان الذى له باب وبابان فهو يشبه خلقة ما وصفنا بنوع، ويخالفه بنوع آخر، من أجل أن له رأساً وقرنين وفماً والعضو الذى يشبه اللسان. ولكن ليست هذه الأعضاء بينةً فيما صغر منها، بل فيما عظم، وليست هى بينة فى الميت منها ولا فى الذى لا يتحرك. فأما العضو الذى يسمى باليونانية ميقون μηκων فهو فيها جميعاً، ولكن ليس فى مكان واحد هو فهو، ولا مساوى 〈فى الحجم〉، ولا بيناً بنوع واحد: وإنما يوجد فى الحيوان الذى يسمى لپاس λεπασ فى ناحية الجسد السفلى، فى العمق؛ فأما فى التى لها بابان فهو يوجد 〈عند مفصلة الخزفتين. — وفى كل هذا الحيوان زوائد ذات شعر. شكلها مستدير〉 مثلما يكون فى الحيوان الذى يسمى اقطيس κτεισ. والمكان الذى يكون فيه البيض، إذا كان له بيض، فإنه يكون فى الناحية الواحدة من العضو المستدير، مثل [٩٤] ما تكون الرطوبة البيضاء فى الحيوان قخلوس، فإن تلك الرطوبة فى ذلك الصنف موضوعة على مثل ما وصفنا. ولكن جميع هذه الأعضاء وأمثالها — كما قلنا فيما سلف — بينة فيما عظم، وأما فيما صغر منها فليست بينة ألبتة، وربما استبانت بياناً ضعيفاً، ولذا هى هى بينة فى الاقطيس الكبار، وهى التى بابها الواحد عريض مثل غطاء. — فأما موضع مخرج الفضلة فهو فى الآخر من ناحية واحدة من نواحى جثتها، لأن لها سبيلاً تخرج منه الفضيلة إلى ما 〈هو〉 خارج. والفضلة تكون — كما قلنا فيما سلف — فى صفاق محتبسة. فأما التى تسمى «البيضة» فليس لها سبيل فى شىء من أصناف هذا الحيوان، وإنما هى موضوعة على اللحم، كأنها لحم ناتىء، وليست هى بموضوعة على المعى بعينه، بل ربما كانت فى الناحية اليمنى، والمعى فى الناحية اليسرى. فعلى مثل هذه الحال يكون مخرج الفضلة فى الحيوان 〈وأما فى〉 الذى يسمى لپاس λεπασ البرى — وهو الذى تسميه العامة أذن البحر — فمخرج الفضلة يكون تحت الخزفة، لأن الخزفة مثقوبة فى الناحية السفلى. والبطن موضوع تحت الفم والأعضاء التى تشبه الثديين كما وصفنا فيما سلف. فمن أراد علم ما ذكرنا يقيناً فليعاين «شق» أصناف جميع هذا الحيوان.

فأما الذى يسمى: «سرطاناً»، فهو بنوع من الأنواع مشترك عام فى الحيوان البحرى اللين الخزف والجاسى الخزف، لأن جميع هذا الحيوان فى خلقة طباعه شبيه بخلقة الحيوان الذى يسمى قرابوس، وهو يكون مفرداً بذاته ويظهر ويغيب ويختفى فى الخزف مثل جميع الحيوان الذى جلده مثل الخزف، ولذلك طباعه فيما بينهما مشترك. فأما منظره فهو — بقول مبسوط — شبيه بمنظر العنكبوت، غير أن رأس العنكبوت أعظم من رأس وصدر هذا. وله قرنان أحمران دقيقان، وعيناه — تحتهما — طويلتان ليستا بغائرتين، لأنهما لا تنغلقان مثل عينى السراطين، بل هما قائمتان، وأفواهها تحت عينيها؛ وفيما يلى الأفواه أعضاء مستديرة صغيرة كثيرة؛ وبعد الأعضاء رجلان مشقوقة الأطراف بهما ينال طعمه، ثم رجلان آخران من كل ناحية [٩٥]، ورجل ثالثة صغيرة. فأما تحت الصدر فكله لين ينفتح من داخل ولونه لون ظبى. ومن الفم سبيل آخذ إلى البطن، وليس سبيل الفضلة ببين. فأما الصدر بعينه والرجلين فجاسية، وجساوتها دون جساوة السراطين. وليس لحمه لاصقاً بخزفة مثل الحيوان الذى 〈يسمى〉 فرفراً πορψυρκ وقيروقاس κηρυξ بل لحمه سريع التبرى من الخزف. وما يكون فى الحيوان الذى يسمى سطرمبوس στρομβοσ من الأعضاء، فهو مستطيل أكثر من أعضاء الحيوان الذى يسمى نريكا νηρειτησ. 〈و〉خلقة جسده قريبة من خلقة الآخر، ولكن أطراف رجليه مشقوقة باثنين، والرجل اليمنى صغيرة والرجل اليسرى كبيرة، ولذلك يميل ويحمل ثقل جسده عليها إذا مشى وتحرك. 〈ويصاد فى خزف هذا الحيوان وبعض حيوانات أخرى حيوان طفيلى يلتصق بنفس الطريقة تقريباً، ويسمى هذا الطفيلى باسم قولارس κυλλαροσ〉.

وخزف هذا الحيوان أملس أسود مستدير. فأما منظره فشبيه بمنظر الحيوان الذى يسمى قيروقاس [κηρυξ] ولكن ليس العضو الذى يسمى ميقون [μηκων] فيه أسود، بل أحمر، وهو لاصق بوسط الخزف لصوقاً قوياً. وإذا كان الهواء صافياً، يكون هذا الحيوان مرسلاً يرعى. وإذا هاجت الرياح يلصق 〈السرطان〉 بالحجارة ويسكن فلا يتحرك، 〈والنريطا νηρειτησ نفسها تلتصق على نحو ما يفعل اللپاس λεπασ〉 والتى تسمى باليونانية امرويداس αιμορροιδεσ كمثل جميع هذا الجنس الذى هو مثل هذا: فهو يلصق بالصخور إذا أمالت غطاءها، 〈لأن غطاءها〉 شبيه بغطاء الحيوان الذى له بابان. فأما باطن جسده فخلقته من لحم، وفى ذلك اللحم فمه. وسائر خلقة جثته شبيه بخلقة الحيوان الذى يسمى فرفورا πορψυρα وأمرويداس وجميع صنف 〈الخزف〉 الذى يلائمها. وليس يوجد فى جنس الحيوان المنسوب إلى الأسطرمبوس στρομβοσ شىء من الحيوان الذى رجله اليسرى أعظم من اليمنى، بل يوجد فى الحيوان الذى يسمى نريطا νηρειτησ وفى بعض الحيوان الذى يسمى قخلوى κοΧλοι يوجد حيوان آخر شبيه بالحيوان الذى يسمى اسطاقوس αστανοσ الصغير، وهو يوجد فيما كان منه نهرياً. وإنما الاختلاف الذى بينه من قبل لين الجسد وخشونة الخزف. فأما منظر (= شكل) خلقة ما وصفنا يقيناً فهو يعرف من «الشق».