Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Μετὰ δὲ τὸν θώρακα ἐν τοῖς προσθίοις γαστήρ, καὶ ταύτης ῥίζα ὀμφαλός· ὑπόρριζον δὲ τὸ μὲν διφυὲς λαγών, τὸ δὲ μονοφυὲς τὸ μὲν ὑπὸ τὸν ὀμφαλὸν ἦτρον (τούτου δὲ τὸ ἔσχατον ἐπίσιον), τὸ δ’ ὑπὲρ τὸν ὀμφαλὸν ὑποχόνδριον, τὸ δὲ κοινὸν ὑποχονδρίου καὶ λαγόνος χολάς. Τῶν δ’ ὄπισθεν διάζωμα μὲν ἡ ὀσφύς, ὅθεν καὶ τοὔνομ’ ἔχει (δοκεῖ γὰρ εἶναι ἰσοφυές), τοῦ δὲ διεξοδικοῦ τὸ μὲν οἷον ἐφέδρανον γλουτός, τὸ δ’ ἐν ᾧ στρέφεται ὁ μηρός, κοτυληδών. Τοῦ δὲ θήλεος ἴδιον μέρος ὑστέρα, καὶ τοῦ ἄρρενος αἰδοῖον, ἔξωθεν ἐπὶ τῷ τέλει τοῦ θώρακος, διμερές, τὸ μὲν ἄκρον σαρκῶδες καὶ λεῖον ὡς εἰπεῖν ἴσον, ὃ καλεῖται βάλανος, τὸ δὲ περὶ αὐτὴν ἀνώνυμον δέρμα, ὃ ἐὰν διακοπῇ, οὐ συμφύεται, οὐδὲ γνάθος οὐδὲ βλεφαρίς. Κοινὸν δὲ τούτου καὶ τῆς βαλάνου ἀκροποσθία. Τὸ δὲ λοιπὸν μέρος χονδρῶδες, εὐαυξές, καὶ ἐξέρχεται καὶ εἰσέρχεται ἐναντίως ἢ τοῖς λοφούροις. Τοῦ δ’ αἰδοίου ὑποκάτω ὄρχεις δύο. Τὸ δὲ πέριξ δέρμα, ὃ καλεῖται ὄσχεος. Οἱ δ’ ὄρχεις οὔτε ταὐτὸ σαρκὶ οὔτε πόρρω σαρκός· ὃν τρόπον δ’ ἔχουσιν, ὕστερον δι’ ἀκριβείας λεχθήσεται καθόλου περὶ πάντων τῶν τοιούτων μορίων.

〈البطن〉

وبعد التنور فى مقدم الجسد: البطن. وفيه السرة التى يقال إنها أصل [١٨] البطن وتحت السرة فى كلا الجانبين: الحالبان. وفى آخر البطن موضع العانة. والوركان خلف الحالبين. وما خلف الوركين من الظهر يسمى الصلب، وهو مكان المنطقة والزنار. وتحته العظم الذى يسمى القحقح. وتحت عظم القحقح رأس عظم الفخذ — وبعض الناس يسميه التفاحة، وبعضهم يسميه الحرقفة، وهو مكان حركة الفخذ.

〈أعضاء التناسل فى الرجل〉

فأما الإناث فلها عضو خاص، أعنى الرحم. وفى آخر العانة: الذكر. وخلقته من لحم وغضروف. وهو ينبسط وينقبض. والذى ينتفخ منه عند شهوة المجامعة الغضروف. وطرفه يسمى كمرة. والجلد الذى يغطيه يسمى قلفة. وإذا انقطع منها شىء لا يلتئم، كما لا يلتئم ما دق من طرف الوجنة.

وتحت الذكر: الأنثيان. وليست خلقتهما مثل خلقة اللحم، ولا بعيدة منها وسنلطف فى ذكر خلقتهما فيما نستأنف.

[والذكر مجاز الفضلة الرطبة، ومجاز المنى].