Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Ὀχεύεται μὲν οὖν ταῦτα τῶν ζῴων ἐν οἷς ὑπάρχει τὸ θῆλυ καὶ τὸ ἄρρεν, εἰσὶ δ’ αἱ ὀχεῖαι οὔθ’ ὅμοιαι πᾶσιν οὔθ’ ὁμοίως ἔχουσαι. Τὰ μὲν γὰρ ζῳοτόκα καὶ πεζὰ τῶν ἐναίμων ἔχει μὲν ὄργανα πάντα τὰ ἄρρενα πρὸς τὴν πρᾶξιν τὴν γεννητικήν, οὐ μὴν ὁμοίως γε πάντα πλησιάζουσιν, ἀλλὰ τὰ μὲν ὀπισθουρητικὰ συνιόντα πυγηδόν, οἷον λέοντες καὶ δασύποδες καὶ λύγκες· τῶν δὲ δασυπόδων καὶ πολλάκις ἡ θήλεια προτέρα ἀναβαίνει ἐπὶ τὸν ἄρρενα. Τῶν δ’ ἄλλων τῶν μὲν πλείστων ὁ αὐτὸς τρόπος· τὸν ἐνδεχόμενον γὰρ ποιοῦνται συνδυασμὸν τά τε πλεῖστα τῶν τετραπόδων, ἐπιβαίνοντος ἐπὶ τὸ θῆλυ τοῦ ἄρρενος, καὶ τὸ τῶν ὀρνίθων ἅπαν γένος οὕτω τε καὶ μοναχῶς. Εἰσὶ δὲ διαφοραί τινες καὶ περὶ τοὺς ὄρνιθας· τὰ μὲν γὰρ συγκαθείσης τῆς θηλείας ἐπὶ τὴν γῆν ἐπιβαίνει τὸ ἄρρεν, ὥσπερ αἱ ὠτίδες καὶ οἱ ἀλεκτρυόνες, τὰ δ’ οὐ συγκαθείσης τῆς θηλείας, οἷον αἱ γέρανοι· ἐν τούτοις γὰρ ὁ ἄρρην ἐπιπηδῶν ὀχεύει τὴν θήλειαν, καὶ συγγίνεται ὥσπερ καὶ τὰ στρουθία ὀξέως. Τῶν δὲ τετραπόδων αἱ ἄρκτοι παρακεκλιμέναι τὸν αὐτὸν τρόπον ὅνπερ τἆλλα ἐπὶ τῶν ποδῶν ποιούμενα τὴν ὀχείαν, πρὸς τὰ πρανῆ τῶν θηλειῶν τὰ ὕπτια τῶν ἀρρένων· οἱ δὲ χερσαῖοι ἐχῖνοι ὀρθοὶ τὰ ὕπτια πρὸς ἄλληλα ἔχοντες. Τῶν δὲ ζῳοτόκων καὶ μέγεθος ἐχόντων οὔτε τοὺς ἄρρενας ἐλάφους αἱ θήλειαι ὑπομένουσιν, εἰ μὴ ὀλιγάκις, οὔτε τοὺς ταύρους αἱ βόες διὰ τὴν τοῦ αἰδοίου συντονίαν, ἀλλ’ ὑπάγοντα τὰ θήλεα δέχονται τὴν γονήν· καὶ γὰρ ἐπὶ τῶν ἐλάφων ὦπται τοῦτο συμβαῖνον, τῶν γε τιθασσῶν. Λύκος δ’ ὀχεύει καὶ ὀχεύεται τὸν αὐτὸν τρόπον ὅνπερ καὶ κύων. Οἱ δ’ αἴλουροι οὐκ ὄπισθεν συνιόντες, ἀλλ’ ὁ μὲν ὀρθός, ἡ δὲ θήλεια ὑποτίθησιν ἑαυτήν· εἰσὶ δὲ τῇ φύσει αἱ θήλειαι ἀφροδισιαστικαί, καὶ προσάγονται τοὺς ἄρρενας εἰς τὰς ὀχείας, καὶ συνοῦσαι κράζουσιν. Αἱ δὲ κάμηλοι ὀχεύονται τῆς θηλείας καθημένης· περιβεβηκὼς δὲ ὁ ἄρρην ὀχεύει οὐκ ἀντίπυγος, ἀλλὰ καθάπερ καὶ τὰ ἄλλα τετράποδα· καὶ διημερεύει τὸ μὲν ὀχεῦον τὸ δ’ ὀχευόμενον. Ἀποχωροῦσι δ’ εἰς ἐρημίαν, ὅταν ποιῶνται τὴν ὀχείαν, καὶ οὐκ ἔστι πλησιάσαι ἀλλ’ ἢ τῷ βόσκοντι. Τὸ δ’ αἰδοῖον ἔχει ὁ κάμηλος νεῦρον οὕτως ὥστε καὶ νευρὰν ἐκ τούτου ποιεῖσθαι τοῖς τόξοις. Οἱ δ’ ἐλέφαντες ὀχεύονται μὲν ἐν ταῖς ἐρημίαις, μάλιστα δὲ περὶ τοὺς ποταμοὺς καὶ οὗ διατρίβειν εἰώθασιν· ὀχεύεται δ’ ἡ μὲν θήλεια συγκαθιεῖσα καὶ διαβαίνουσα, ὁ δ’ ἄρρην ἐπαναβαίνων ὀχεύει. Ὀχεύεται δὲ καὶ ἡ φώκη καθάπερ τὰ ὀπισθουρητικὰ τῶν ζῴων, καὶ συνέχονται ἐν τῇ ὀχείᾳ πολὺν χρόνον, ὥσπερ καὶ αἱ κύνες· ἔχουσι δὲ τὸ αἰδοῖον μέγα οἱ ἄρρενες.

〈الولاد فى الطيور وفى بعض ذوات الأربع التى تلد حيواناً〉

فجميع الحيوان الذى فيه الذكر والأنثى يسفد؛ وسفاده مختلف. فلجميع الحيوان المشاء الدمى الذى يلد حيواناً أعضاء موافقة لولاد ما يولد منها. وليس يكون سفاد جميع هذا الحيوان بنوع واحد، بل بأنواع مختلفة: فإن ما يبول منها إلى خلف ينزو بنوع آخر، مثل الأسد والأرانب 〈واللنقوس〉، فأما الأرانب فربما ركبت الأنثى الذكر عند الجماع. وأكثر الحيوان ينزو بنوع واحد قدر ما يمكن. وكثير من الحيوان الذى له أربع أرجل ينزو إذا ركب الذكر الأنثى. وكذلك يسفد جميع أجناس الطير؛ وفى سفادها أيضاً اختلاف: لأن منها ما يسفد إذا جلست الأنثى على الأرض وصعد عليها الذكر، مثل 〈الحبارى ωτιδεο〉 والدجاج وما يشبه صنفها؛ ومن الطير ما يسفد وهو قائم مثل الغرانيق، لأن الأنثى لا تجلس [١١٤] للذكر، بل ينزو الذكر على الأنثى ويسفدها سفاداً سريعاً مثل العصافير.

فأما الدببة ]٥٤٠ أ] فهى تنزو وهى مضطجعة على الأرض؛ وأما القنافذ البرية فإنها تسفد قائمةً وظهر الذكر لاصق بظهر الأنثى. فأما الحيوان الذى يلد حيواناً وله عظم جثة فنزوه أيضاً مختلف: فليس تصير أناث الأيلة لسفاد الذكورة إن لم يكن فى الفرط مرةً؛ ولا تصير إناث البقر لنزو الذكورة أيضاً، لحال صلابة وشدة الذكر. وأما الإناث فإنها تقبل الزرع وهى ذاهبة سائرة؛ وقد ظهر ذلك العرض فى الأيلة التى استأنست. — فأما الذئاب فهى تنزو مثل نزو الكلاب. — وأما السنور فليس تنزو الذكورة على الإناث من خلف، بل الذكورة تقوم قائمة، فأما الأنثى فإنها تستوى تحته؛ وإناث السنور محبة للنزو جداً، وهى تدعو وتجتر الذكورة إلى نزوها وتصيح فى أوان ذلك. — فأما الجمال فإن نزوها إذا بركت الأنثى وركبها الذكر، كما يفعل سائر الحيوان الذى له أربع أرجل، وتقيم هى عليه النهار كله تنزو، وهو خاص للجمال إن تخلو فى البرارى عند نزوها، وليس يستطيع أحد أن يدنو منها فى ذلك الأوان، ما خلا الراعى الذى يرعاها. وذكر الجمل صلب جداً، لأنه من عصب، ولذلك تهيأ منه أوتار للقسى. — فأما الفيلة فإنها تنزو فى البرارى، وخاصة فيما يلى الأنهار وحيث عاودت أن يكون مأواها. فالفيل الأنثى تقعد، وينزو عليها الذكر ويركبها. — والحيوان البحرى الذى يسمى باليونانية فوقى ينزو مثل نزو الحيوان الذى يبول إلى خلف، ولذلك تتعلق فى أوان نزوها حيناً كثيراً مثل الكلاب. وذكر ذكورتها عظيم.