Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Βοῦς δὲ πληροῖ μὲν ὁ ἄρρην ἐκ μιᾶς ὀχείας, βαίνει δὲ σφοδρῶς ὥστε συγκάμπτεσθαι τὴν βοῦν· ἐὰν δ’ ἁμάρτῃ τῆς ὁρμῆς, εἴκοσιν ἡμέρας διαλείπουσα προσίεται πάλιν ἡ θήλεια τὴν ὀχείαν. Οἱ μὲν οὖν πρεσβύτεροι τῶν ταύρων οὐδ’ ἀναβαίνουσι πλεονάκις ἐπὶ τὴν αὐτὴν τῆς αὐτῆς ἡμέρας, ἐὰν μὴ ἄρα διαλιπόντες· οἱ δὲ νεώτεροι καὶ τὴν αὐτὴν βιάζονται πλεονάκις καὶ ἐπὶ πολλὰς ἀναβαίνουσι διὰ τὴν ἀκμήν. Ἥκιστα δὲ λάγνον τῶν ἀρρένων ἐστὶ βοῦς. Ὀχεύει δ’ ὁ νικῶν τῶν ταύρων· ὅταν δ’ ἐξαδυνατήσῃ διὰ τὴν λαγνείαν, ἐπιτίθεται ὁ ἡττώμενος, καὶ κρατεῖ πολλάκις. Ὀχεύει δὲ τὰ ἄρρενα καὶ ὀχεύεται τὰ θήλεα ἐνιαύσια ὄντα πρῶτον, ὥστε καὶ γεννᾶν· οὐ μὴν ἀλλὰ τό γ’ ὡς ἐπὶ τὸ πολὺ ἐνιαύσιοι καὶ ὀκτάμηνοι, τὸ δὲ μάλισθ’ ὁμολογούμενον διετεῖς. Κύει δ’ ἐννέα μῆνας, δεκάτῳ δὲ τίκτει· ἔνιοι δὲ διισχυρίζονται δέκα μῆνας κύειν ἡμερολεγδόν. Ὅ τι δ’ ἂν ἔμπροσθεν ἐξενεχθῇ τῶν εἰρημένων χρόνων, ἐκβόλιμόν ἐστι καὶ οὐ θέλει ζῆν· μαλακαὶ γὰρ καὶ ἀτελεῖς γίνονται αἱ ὁπλαί. Τίκτει δ’ ἓν τὰ πλεῖστα, ὀλιγάκις δὲ δύο· καὶ τίκτει καὶ ὀχεύει ἕως ἂν ζῇ. Ζῶσι δ’ ὡς ἐπὶ τὸ πολὺ περὶ πεντεκαίδεκα ἔτη αἱ θήλειαι· καὶ οἱ ἄρρενες δ’, ἐὰν ἐκτμηθῶσιν. Ἔνιοι δὲ ζῶσι καὶ εἴκοσιν ἔτη καὶ ἔτι πλείω, ἐὰν εὔφορον ἔχωσι τὸ σῶμα· καὶ γὰρ τῶν βοῶν τοὺς τομίας ἐθίζουσι, καὶ καθιστᾶσι τῶν βοῶν ἡγεμόνας ὥσπερ τῶν προβάτων, καὶ ζῶσιν οὗτοι πλείω χρόνον τῶν ἄλλων διά τε τὸ μὴ πονεῖν καὶ διὰ τὸ νέμεσθαι ἀκέραιον νομήν. Ἀκμάζει δὲ μάλιστα πεντέτης ὤν, διὸ καὶ Ὅμηρόν φασι πεποιηκέναι τινὲς ὀρθῶς ποιήσαντα

ἄρσενα πενταέτηρον

καὶ τὸ

βοὸς ἐννεώροιο·

δύνασθαι γὰρ ταὐτόν. Τοὺς δ’ ὀδόντας βάλλει βοῦς διετής, καὶ οὐκ ἀθρόους ἀλλ’ ὥσπερ ἵππος· τὰς δ’ ὁπλάς, ὁπόταν ποδαγρᾷ, οὐκ ἀποβάλλει, ἀλλ’ οἰδεῖ μόνον σφόδρα τοὺς πόδας. Τὸ δὲ γάλα, ὅταν τέκῃ, χρήσιμον γίνεται· ἔμπροσθεν δ’ οὐκ ἔχει γάλα. Τὸ δὲ πρῶτον γινόμενον γάλα ὅταν παγῇ, οὕτω γίνεται σκληρὸν ὥσπερ λίθος· τοῦτο δὲ συμβαίνει, ἐὰν μή τις μίξῃ ὕδατι. Νεώτεραι δ’ ἐνιαυσίων οὐκ ὀχεύονται, πλὴν ἐάν τι τερατῶδες ᾖ· ἤδη δέ τινες καὶ τετράμηνοι ὠχεύθησαν καὶ ὤχευσαν. Ἄρχονται δὲ τῆς ὀχείας περὶ τὸν Θαργηλιῶνα μῆνα καὶ τὸν Σκιρροφοριῶνα αἱ πλεῖσται· οὐ μὴν ἀλλ’ ἔνιαι καὶ μέχρι τοῦ μετοπώρου κυΐσκονται. Ὅταν δὲ πολλαὶ κύωσι καὶ προσδέχωνται τὴν ὀχείαν, σφόδρα δοκεῖ σημεῖον εἶναι καὶ χειμῶνος καὶ ἐπομβρίας. Αἱ δὲ συνήθειαι γίνονται μὲν ταῖς βουσὶν ὥσπερ ταῖς ἵπποις, ἧττον δέ.

〈ولاد البقر〉

فأما ذكورة البقر فإنها تملأ الرحم من نزو واحد، وهى تنزو على الإناث نزواً شديداً؛ ولذلك تنثنى الإناث تحت الذكورة، ولا سيما إذا أخطأت المجرى تبقى الأنثى عشرين يوماً وتهيج وتطلب السفاد أيضاً. وما كان مسناً من الثيران لا يركب الأنثى مراراً شتى فى يوم واحد، بل يخل ذلك اليوم ثم ينزو أيضاً. فأما ما كان منها شاباً، فإنه ينزو على الأنثى الواحدة مراراً شتى، وينزو على [١٧٣] إناث كثيرة أيضاً لنشاطه وشبابه. وذكورة البقر تكثر النزو. وإذا قابل بعضها بعضاً ينزو الغالب على الإناث؛ وإذا ضعف لكثرة النزو، يشد عليه الذكر المغلوب ويغلبه مراراً شتى. والذكورة تنزو والإناث ينزى عليها إذا تمت لها سنة؛ وربما حملت من ذلك النزو. ومن إناث البقر ما ينزى عليه إذا كانت بنت 〈سنة و〉ثمانية أشهر؛ فأما الأمر المقرر المعروف، فنزو البقر الموافق للعمل والولاد لتمام سنتين. وإناث البقر تحمل تسعة أشهر، وتضع فى الشهر العاشر. ومن الناس من يزعم أنها تحمل تمام عشرة أشهر، وإن وضعت قبل هذه الأوقات، يكون وضعها سقطاً ولا يعيش. فما تقدم وقت الوضع المعروف لا يعيش، لأن أظلافه تكون رديئة ليست بتامة. — وأكثر ما تضع إناث البقر: واحد. وربما وضعت اثنين فى الفرط. وذكورة البقر تنزو، وإناثها ينزى عليه، وتلد، جميع عمرها.

وعمر إناث البقر خمس عشرة سنة أكثر ذلك. وعمر الذكورة كمثل، إن خصيت. ومنها ما يبقى عشرين سنة وأكثر من ذلك إن كان سميناً مخصب الجسد. وللبقر قواد يتقدم غيرها مثل قواد الغنم، وتلك تعيش أكثر من الأخر لحال التعب ولأنها ترعى مرعى طيباً. وذكورة البقر تشب وتقوى القوة كلها إذا كانت أبناء خمس سنين؛ ولذلك مدح بعض الناس أوميرس الشاعر حيث قال فى شعره: «إن بعض من قرب قرباناً ذبح ثوراً ابن خمس سنين».

والبقر يلقى الأسنان إذا كان ابن سنتين. وليس يلقى جميع الأسنان معاً، مثل الفرس. وإذا كان ببعض البقر نقرس، لا يلقى شيئاً من أظلافه. وإذا وضعت الأنثى يجود لبنها من يوم. وليس يوجد فى ضرعها لبن قبل أن تضع. وإذا جمد أول لبنها يكون جاسياً جداً مثل حجر، وذلك يعرض إن خلط اللبن بماء. وليس ينزى على شىء من إناث البقر حتى يكون لها سنة، إن لم يكن شيئاً من أصناف العجب؛ وربما نزت الذكورة على الإناث ولها عشرة أشهر. وأكثر نزوها وحملها يكون فى أوان [١٧٤] الربيع؛ ومنها ما يحمل فى الخريف. وإذا كثر سفاد ونزو ذكورة البقر وحمل الإناث، يكون ذلك علامة شتاء وجودة الأمطار، كما يظن بعض الناس. — وإناث البقر تطمث مثل إناث الخيل، 〈ولكن طمثها أقل كمية〉.