Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Οἱ δ’ ἐχῖνοι τὸ μὲν σαρκῶδες οὐκ ἔχουσιν, ἀλλ’ ἴδιον αὐτῶν τοῦτ’ ἐστίν· ἐστέρηνται γὰρ πάντες, καὶ οὐκ ἔχουσι σάρκα ἐντὸς οὐδεμίαν· τὰ δὲ μέλανα πάντες. Ἔστι δὲ γένη πλείω τῶν ἐχίνων, ἓν μὲν τὸ ἐσθιόμενον· τοῦτο δ’ ἐστὶν ἐν ᾧ τὰ καλούμενα ᾠὰ μεγάλα ἐγγίνεται καὶ ἐδώδιμα, ὁμοίως ἐν μείζοσι καὶ ἐλάττοσιν· καὶ γὰρ εὐθὺς ἔτι μικροὶ ὄντες ἔχουσι ταῦτα. Ἄλλα δὲ δύο γένη τό τε τῶν σπατάγγων καὶ τὸ τῶν καλουμένων βρύσσων· γίνονται δ’ οὗτοι πελάγιοι καὶ σπάνιοι. Ἔτι αἱ ἐχινομῆτραι καλούμεναι, μεγέθει πάντων μέγισται. Πρὸς δὲ τούτοῖς ἄλλο γένος μεγέθει μὲν μικρόν, ἀκάνθας δὲ μεγάλας ἔχει καὶ σκληράς, γίνεται δ’ ἐκ τῆς θαλάττης ἐν πολλαῖς ὀργυιαῖς, ᾧ χρῶνται πρὸς τὰς στραγγουρίας τινές. Περὶ δὲ Τορώνην εἰσὶν ἐχῖνοι λευκοὶ θαλάττιοι καὶ τὰ ὄστρακα καὶ τὰς ἀκάνθας καὶ τὰ ᾠά, μείζους δὲ τῶν ἄλλων εἰς μῆκος· ἡ δ’ ἄκανθα οὐ μεγάλη οὐδὲ ἰσχυρὰ ἀλλὰ μαλακωτέρα, τὰ δε μέλανα τὰ ἀπὸ τοῦ στόματος πλείω, καὶ πρὸς μὲν τὸν ἔξω πόρον συνάπτοντα πρὸς ἑαυτὰ δὲ ἀσύναπτα· τούτοις δ’ ὥσπερ διειλημμένος ἐστίν. Κινοῦνται δὲ μάλιστα καὶ πλειστάκις οἱ ἐδώδιμοι αὐτῶν· καὶ σημεῖον δέ τι ἔχουσιν ἐπὶ ταῖς ἀκάνθαις. Ἔχουσι μὲν οὖν ἅπαντες ᾠά, ἀλλ’ ἔνιοι πάμπαν μικρὰ καὶ οὐκ ἐδώδιμα. Συμβαίνει δὲ τὴν μὲν λεγομένην κεφαλὴν καὶ τὸ στόμα τὸν ἐχῖνον κάτω ἔχειν, ᾗ δ’ ἀφίησι τὸ περίττωμα, ἄνω. Ταὐτὸν δὲ τοῦτο συμβέβηκε τοῖς τε στρομβώδεσι πᾶσι καὶ ταῖς λεπάσιν· ἡ γὰρ νομὴ ἐκ τῶν κάτωθεν, ὥστε τὸ μὲν στόμα πρὸς τῇ νομῇ, τὸ δὲ περίττωμα ἄνω πρὸς τοῖς πρανέσι τοῦ ὀστράκου. Ἔχει δ’ ὁ ἐχῖνος ὀδόντας πέντε κοίλους ἔνδοθεν, ἐν μέσῳ δὲ τούτων σῶμα σαρκῶδες ἀντὶ γλώττης. Τούτου δ’ ἔχεται ὁ στόμαχος, εἶτα ἡ κοιλία εἰς πέντε μέρη διῃρημένη, πλήρης περιττώματος· συνέχουσι δὲ πάντες οἱ κόλποι αὐτῆς εἰς ἓν πρὸς τὴν ἔξοδον τῆς περιττώσεως, ᾗ τετρύπηται τὸ ὄστρακον. Ὑπὸ δὲ τὴν κοιλίαν ἐν ἄλλῳ ὑμένι τὰ καλούμενα ᾠά ἐστιν, ἴσα τὸν ἀριθμὸν ὄντα ἐν πᾶσιν· πέντε γάρ ἐστι τὸ πλῆθος καὶ περιττά. Ἄνω δὲ τὰ μέλανα ἀπὸ τῆς ἀρχῆς τῶν ὀδόντων ἤρτηται, ἅ ἐστι πικρὰ καὶ οὐκ ἐδώδιμα. Ἐν πολλοῖς δὲ τῶν ζῴων τὸ τοιοῦτόν ἐστιν ἢ τὸ ἀνάλογον· καὶ γὰρ ἐν ταῖς χελώναις καὶ ἐν φρύναις καὶ ἐν βατράχοις καὶ ἐν τοῖς στρομβώδεσι καὶ τοῖς μαλακίοις· ἀλλὰ τῷ χρώματι διαφέρει, καὶ ἄβρωτά ἐστιν ἐν πᾶσι τὰ τοιαῦτα ἢ πάμπαν ἢ μᾶλλον. Κατὰ μὲν οὖν τὴν ἀρχὴν καὶ τελευτὴν συνεχὲς τὸ σῶμα τοῦ ἐχίνου ἐστί, κατὰ δὲ τὴν ἐπιφάνειαν οὐ συνεχὲς ἀλλ’ ὅμοιον λαμπτῆρι μὴ ἔχοντι τὸ κύκλῳ δέρμα. Ταῖς δ’ ἀκάνθαις ὁ ἐχῖνος χρῆται ὡς ποσίν· ταύταις γὰρ ἀπερειδόμενος καὶ κινούμενος μεταβάλλει τὸν τόπον.

〈القنافذ البحرية〉

فأما القنافذ فليس لها لحم، وذلك خاص لها، أعنى عدم اللحم؛ ولكن فى بطونها أجزاء سود. — وللقنافذ أجناس كثيرة. ومنها جنس واحد يؤكل، وهو الجنس الذى فيه شىء شبيه ببيض كثير فهو يؤكل؛ ويوجد [٩٦] فيما صغر منها وما عظم، لأن ذلك البيض يكون فيها من صغرها. وفيهما جنسان آخران لهما أسماء خاصة باليونانية 〈وهما: اسبتنجوس، σπαταγγοσ، وبروسوس βρυσσοσ〉 وإنما يوجدان فى لج البحر، وهى قليلة. وفيها جنس آخر عظيم الجثة وجنس صغير كثير الشوك، وشوكه جاس، وهو يكون فى عمق البحر على بعد أذرع كثيرة، وهو الجنس الذى يعالج به عسر البول. فأما فى البلدة التى تسمى باليونانية طرونى Τορωνη فإنه يكون جنس قنافذ أبيض الخزف والشوك والبيض؛ وهذا الجنس فى طول الجثة أطول وأعظم من سائر أجناس القنافذ؛ وليست شوكة هذا الجنس عظيمة ولا قوية بل إلى اللين ما هى. فأما الأجزاء السود التى تكون بعد الفم فهى فيه كثيرة، وهى لاصقة بعضها ببعض فيما يلى المسار الآخذ إلى خارج. فأما فى الناحية التى تلى من داخل، فليست هى ملاصقة. والقنافذ التى تؤكل تتحرك خاصةً حركة كثيرة، ولها علامة بينة فى شوكها.

ولجميع أجناس القنافذ بيض، ولكن لبعضها بيض صغير جداً لا يؤكل. ويعرض لبعض القنافذ أن تكون رءوسها وأفواهها فى الناحية السفلى. فأما سبيل مخرج الفضلة ففى الناحية العليا. وهذا العرض يعرض لجميع الحيوان الذى ينتسب إلى سطرمبوس στρομβοσ وللحيوان الذى يسمى لپاس λεπασ، لأنها ترعى فى الناحية السفلى ولذلك أفواهها فى تلك الناحية. فأما مخرج الفضلة ففى الناحية العليا، أعنى ظهر الخزف. وللقنفذ خمس أسنان عميقة فى داخل فمه، وفيما بين تلك الأسنان جزء شبيه بلحم يستعمله مكان اللسان. وبعد ذلك الجزء فم المعدة، ثم البطن مجزأ لخمسة أجزاء مملوءة فضلةً، وهى تخرج تلك الفضلة من ثقب الخزف. وتحت البطن فى صفاق آخر 〈يوجد ما يسمى بالبيض〉 وعددها مساو لعدد أجزاء بطونه لأنها خمسة. وفى الناحية العليا تلك الأجزاء السود لاصقة بابتداء الأسنان، وهى أجزاء صغار لا تؤكل. وهذه الأجزاء توجد فى كثير من الحيوان أو أجزاء تلائمها، مثلما يوجد فى أجناس السلحفاة والضفادع والمنسوبة إلى سطرمبوس στρομροσ وإلى فرنوس φρυνοσ وفى جميع الحيوان اللين الجسد. وإنما الاختلاف 〈فى〉 هذه الأجزاء من قبل اللون، ولأن بعضها لا يؤكل، وبعضها يؤكل. — وجسم [٩٧] القنفذ متصل فى الناحية السفلى، فأما فى الناحية العليا حيث الشوك فمفترق 〈وهو يشبه مصباحاً مجرداً من القرن الذى يحيط به〉. وهو يستعمل شوكة مثل رجلين لأنه يتكىء عليه ويتحرك.