Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Τῶν δὲ σελαχῶν ἡ ῥίνη μόνη τίκτει δίς· τίκτει γὰρ καὶ ἀρχομένου τοῦ φθινοπώρου καὶ περὶ Πλειάδος δύσιν, εὐημερεῖ δ’ ἐν τῷ φθινοπώρῳ μᾶλλον· ὁ δ’ εἷς τόκος γίνεται περὶ ἑπτὰ ἢ ὀκτώ. Δοκοῦσι δ’ ἔνιοι τῶν γαλεῶν, οἷον ὁ ἀστερίας, δὶς τοῦ μηνὸς τίκτειν· τοῦτο δὲ συμβαίνει, ὅτι οὐχ ἅμα πάντα λαμβάνει τελέωσιν τὰ ᾠά. Ἔνια δὲ τίκτει πᾶσαν ὥραν, οἷον ἡ σμύραινα. Τίκτει δ’ αὕτη ᾠὰ πολλά, καὶ ἐκ μικροῦ ταχεῖαν τὴν αὔξησιν λαμβάνουσι τὰ γενόμενα, ὥσπερ καὶ τὰ τοῦ ἱππούρου· καὶ γὰρ ταῦτα ἐξ ἐλαχίστου μέγιστα γίνεται τάχιστα, πλὴν ἡ μὲν σμύραινα πᾶσαν ὥραν τίκτει, ὁ δ’ ἵππουρος ἔαρος. Διαφέρει δ’ ὁ σμῦρος καὶ ἡ σμύραινα· ἡ μὲν γὰρ σμύραινα ποικίλον καὶ ἀσθενέστερον, ὁ δὲ σμῦρος ὁμόχρους καὶ ἰσχυρός, καὶ τὸ χρῶμα ἔχει ὅμοιον τῇ πίτυϊ, καὶ ὀδόντας ἔχει καὶ ἔσωθεν καὶ ἔξωθεν. Φασὶ δ’ ὥσπερ καὶ τἆλλα, τὸν μὲν ἄρρενα τὴν δὲ θήλειαν εἶναι. Ἐξέρχεται δὲ ταῦτα εἰς τὴν ξηράν, καὶ λαμβάνονται πολλάκις. Συμβαίνει μὲν οὖν σχεδὸν πᾶσι ταχεῖαν γίνεσθαι τὴν αὔξησιν τοῖς ἰχθύσιν, οὐχ ἥκιστα δὲ κορακίνῳ τῶν μικρῶν· τίκτει δὲ πρὸς τῇ γῇ καὶ βρυώδεσι καὶ δασέσιν. Ταχὺ δὲ καὶ ὁ ὀρφὼς ἐκ μικροῦ γίνεται μέγας. Αἱ δὲ πηλαμύδες καὶ οἱ θύννοι τίκτουσιν ἐν τῷ Πόντῳ, ἄλλοθι δ’ οὔ· κεστρεῖς δὲ καὶ χρυσόφρυες καὶ λάβρακες μάλιστα οὗ ἂν ποταμοὶ ῥέωσιν· οἱ δ’ ὄρκυνες καὶ σκορπίδες καὶ ἄλλα πολλὰ γένη ἐν τῷ πελάγει.

〈السفاد عند السمك〉

فأما من الحيوان البحرى الذى يسمى باليونانية سلاخى [σελαΧη] فليس يبيض منها شىء مرتين فى السنة ما خلا الذى يسمى رينى [ρινη] فإنه يبيض فى أول الخريف وإذا غابت الثريا، وهذا الصنف يكون فى الخريف أخصب وأسمن كثيراً. وإنما يبيض سبع بيضات أو ثمانياً. 〈وبعض كلاب البحر، مثل كلب البحر النجمى αστεριασ squalus stellaris〉 يبيض مرتين فى كل شهر، لأنها لا تبيض جميع بيضها معاً، ولا يكون تمام البيض معاً، بل بعضه يتقدم وبعضه يتأخر.

ومن الحيوان البحرى ما يبيض فى كل زمان، مثل الحيوان الذى يسمى باليونانية اسمورينا [σμυραινα]، فإن إناث هذا الصنف يبيض بيضاً صغيراً كثيراً، ثم ينشأ ويعظم عاجلاً، مثل بيض الحيوان الذى يسمى اپوروس [ιππουροσ]، فإن بيضه يكون صغيراً جداً؛ ثم يعظم جداً عاجلاً؛ فأما اسمورينا فإنه يبيض فى كل زمان. وأما اپوروس فليس يبيض إلا فى الربيع فقط. وبين ذكورة وإناث اسمورينا اختلاف، من قبل أن الإناث مختلفة اللون ضعيفة؛ فأما لون الذكورة فواحد، وهى قوية، ولونها مثل لون الحيوان الذى يقال له يونكس [ιυγξιυγγοσ] ولها أسنان من داخل وخارج، وهى تخرج إلى البر وتؤخذ مراراً شتى.

فنشوء بيض جميع أصناف سمك البحر يكون عاجلاً، ولا سيما السمك الصغير الذى يسمى باليونانية قوراقينوس [κορακινοσ]، وهو يبيض على الأرض فى الشط بين الصوف الأخضر الذى يكون فى الماء. وبيض السمك 〈الذى يسمى باليونانية اورفوس ορΦωσ〉 يعظم عاجلاً بعد صغر. فأما السمك الذى يسمى باليونانية بيلامودس πηλαμδεσ وثنو Φυννοι فهو يبيض فى الموضع الذى يقال له پنطوس ποντοσ، فأما فى مكان آخر، فلا. فأما السمك الذى يسمى خروسو فرويس [ΧρυσοΦρευσ] وقسطريس [κεστρεισ] ولبراقس [λαβρακεσ] فهو يبيض عند سيل الأنهار. فأما السمك الذى يسمى ارقوناس [ορκυνεσ] وسقورپيدس [σκορπιδεσ] وأجناس أخر مثلها كثيرة فهى تبيض فى لجج البحر.