Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

οἱ δὲ ἄρρενες περὶ τὸν χρόνον τῆς ὀχείας τοὺς πόρους ἔχουσι θοροῦ πλήρεις οὕτως ὥστε θλιβομένων ἔξω ῥεῖν τὸ σπέρμα λευκόν. Εἰσὶ δ’ οἱ πόροι δίκροοι, ἀπὸ τοῦ ὑποζώματος καὶ τῆς μεγάλης φλεβὸς ἔχοντες τὴν ἀρχήν. Περὶ μὲν οὖν τὸν χρόνον τοῦτον ἤδη διάδηλοι πρὸς τὴν τῶν θηλειῶν ὑστέραν εἰσὶν οἱ πόροι τῶν ἀρρένων, ὅταν δὲ μὴ αὐτὴ ἡ ὥρα, ἧττον διάδηλοι τῷ μὴ συνήθει· πάμπαν γὰρ ἐν ἐνίοις καὶ ἐνίοτε ἄδηλοι γίνονται, ὥσπερ ἐλέχθη περὶ τῶν ὄρχεων ἐν τοῖς ὄρνισιν. Ἔχουσι δὲ διαφορὰς καὶ ἄλλας μὲν πρὸς ἄλληλα οἵ τε θορικοὶ πόροι καὶ οἱ ὑστερικοί, καὶ ὅτι οἱ μὲν προσπεφύκασι τῇ ὀσφύϊ, οἱ δὲ τῶν θηλειῶν πόροι εὐκίνητοί εἰσι καὶ λεπτῷ ὑμένι προσειλημμένοι. Θεωρείσθωσαν δὲ καὶ οἱ τῶν ἀρρένων πόροι, ὡς ἔχουσιν, ἐκ τῶν ἐν ταῖς ἀνατομαῖς διαγεγραμμένων. Ἐπικυΐσκεται δὲ τὰ σελάχη, καὶ κύει τοὺς πλείστους μῆνας ἕξ. Πλειστάκις δ’ ἀποτίκτει ὁ καλούμενος τῶν γαλεῶν ἀστερίας· ἀποτίκτει γὰρ δὶς τοῦ μηνός. Ἄρχονται δ’ ὀχεύεσθαι μηνὸς Μαιμακτηριῶνος. Οἱ δ’ ἄλλοι γαλεοὶ δὶς τίκτουσι, πλὴν τοῦ σκυλίου· οὗτος δ’ ἅπαξ τοῦ ἐνιαυτοῦ. Τίκτουσι δὲ τὰ μὲν τοῦ ἔαρος αὐτῶν, ῥίνη δὲ καὶ τοῦ μετοπώρου πρὸς δύσιν Πλειάδος χειμερινὴν τὸ ὕστερον, τὸ δὲ πρῶτον τοῦ ἔαρος· εὐθηνεῖ δ’ αὐτῆς μάλιστα μὲν ὁ γόνος ὁ ὕστερος· αἱ δὲ νάρκαι περὶ τὸ φθινόπωρον. Ἐκτίκτει δὲ τὰ σελάχη πρὸς τὴν γῆν ἐκ τοῦ πελάγους καὶ τῶν βαθέων ἐπανιόντα διά τε τὴν ἀλέαν καὶ διὰ τὸ φοβεῖσθαι περὶ τῶν τέκνων. Τῶν μὲν οὖν ἄλλων ἰχθύων παρὰ τὰς συγγενείας οὐθὲν ὦπται συνδυαζόμενον, ῥίνη δὲ δοκεῖ μόνη τοῦτο ποιεῖν καὶ βάτος· ἔστι γάρ τις ἰχθὺς ὃς καλεῖται ῥινόβατος· ἔχει γὰρ τὴν μὲν κεφαλὴν καὶ τὰ ἔμπροσθεν βάτου, τὰ δ’ ὄπισθεν ῥίνης, ὡς γινόμενος ἐξ ἀμφοτέρων τούτων. Οἱ μὲν οὖν γαλεοὶ καὶ οἱ γαλεοειδεῖς, οἷον ἀλώπηξ καὶ κύων, καὶ οἱ πλατεῖς ἰχθύες, νάρκη καὶ βάτος καὶ λειόβατος καὶ τρυγών, τὸν εἰρημένον τρόπον ζῳοτοκοῦσιν ᾠοτοκήσαντες,

〈ولاد السلاخى — تابع〉

وسبل الذكورة من السمك توجد مملوءة من رطوبة المنى فى أوان السفاد. وإذا ظهرت تلك السبل خارجاً يظهر منها ذلك المنى أبيض. ولتلك السبل شقتان، وهى تحت صفاق الحجاب، وابتداؤها تحت العرق الأعظم. فسبل الذكورة بينة فى أوان السفاد، ولا سيما للذى لم يعاود شقها ولم يطلب معرفتها. وربما كانت هذه السبل خفيةً لا تستبين ألبتة، كما وصفنا عن حال جميع ذكورة الطير.

وفى السبل التى فيها المنى اختلاف أيضاً إذا قيست بعضها إلى بعض من أجل أن بعضها لاصقة فى وسط الظهر، وبعضها على خلاف ذلك. فأما سبل الإناث فهى جيدة الحركة، ولها صفاق دقيق يحدق بها. ومن أراد معرفة سبل الذكورة وحالها فليعلم ذلك من الكتب التى وضعت فى «شق الحيوان».

وصنف السمك الذى يسمى سلاخى يحمل ويلد ولاداً متتابعاً ستة أشهر. فأما الصنف الذى يسمى باليونانية اسطرياس [αστεριασ] — وتفسيره: النجمى — فإنه يبيض مراراً كثيرة، فهو يبيض فى كل شهر مرتين. 〈ويبدأ السفاد فى شهر ميمقتريون〉. وليس بقية جنس السمك الذى يسمى غاليوس [γαλευσ] على مثل هذه الحال؛ فأما الكلب البحرى فليس يلد إلا مرة فى السنة. وفى هذه الأصناف ما يلد فى الربيع؛ فأما الصنف الذى يسمى باليونانية رينى [ριναι] فهو يلد فى الخريف إذا غابت الثريا وهو آخر ولاده، وأول ولاده فى الربيع، وما يلد فى الآخرة يكون أشهر وأخصب. فأما الصنف الذى يسمى نارقى [ναρκαι] فهو يلد فى أوان الخريف.

والصنف الذى يسمى سلاخى [σελαΧη] يلد فوق الأرض قريباً من الشط، لأنه يصعد من أعماق البحر ويطلب الدفء. ويفعل ذلك أيضاً لأنه يبقى على فراخه.

ولم يظهر شىء من السمك يسفد شيئاً من الإناث التى لا تشبهه بالجنس؛ ويظن أن الجنس الذى يسمى رينى [ριναι] فقط يفعل ذلك، والصنف الذى يسمى باطوس [βατοσ] أيضاً. وفى السمك [١٥٣] صنف يسمى رينوباطس [ρινοβατοσ] 〈رأسه ومقدمه مثل رأس ومقدم رينى، ومؤخره مثل مؤخر باطس〉 وإنما يعرض ذلك لأنه يتولد من كليهما.

فأصناف السمك التى تسمى غاليوى [γαλεοι] وغاليوئيدس [γαλεοειδεισ] مثل الثعلب البحرى والكلب البحرى، وأصناف السمك العريض الجثة — مثل الخدر وباطس[βατοσ] وليوباطوس [λειοβατοσ] وفاختة [τρυγων] — تلد حيواناً بعد أن تبيض بيضاً فى أجوافها، قدر ما وصفنا.