Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Κιχλῶν δ’ εἴδη τρία, ἡ μὲν ἰξοβόρος· αὕτη δ’ οὐκ ἐσθίει ἀλλ’ ἢ ἰξὸν καὶ ῥητίνην, τὸ δὲ μέγεθος ὅσον κίττα ἐστίν. Ἑτέρα τριχάς· αὕτη δ’ ὀξὺ φθέγγεται, τὸ δὲ μέγεθος ὅσον κόττυφος. Ἄλλη δ’ ἣν καλοῦσί τινες ἰλιάδα, ἐλαχίστη τε τούτων καὶ ἧττον ποικίλη.