Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Ἔχουσι δὲ τὰ ζῷα καὶ τὰ μεγέθη διαφέροντα τοῦ στόματος. Τῶν μὲν γάρ ἐστι τὰ στόματα ἀνερρωγότα, ὥσπερ κυνὸς καὶ λέοντος καὶ πάντων τῶν καρχαροδόντων, τὰ δὲ μικρόστομα, ὥσπερ ἄνθρωπος, τὰ δὲ μεταξύ, ὥσπερ τὸ τῶν ὑῶν γένος. Ὁ δ’ ἵππος ὁ ποτάμιος ὁ ἐν Αἰγύπτῳ χαίτην μὲν ἔχει ὥσπερ ἵππος, διχαλὸν δ’ ἐστὶν ὥσπερ βοῦς, τὴν δ’ ὄψιν σιμός. Ἔχει δὲ καὶ ἀστράγαλον ὥσπερ τὰ διχαλά, καὶ χαυλιόδοντας ὑποφαινομένους, κέρκον δ’ ὑός, φωνὴν δ’ ἵππου· μέγεθος δ’ ἐστὶν ἡλίκον ὄνος. Τοῦ δὲ δέρματος τὸ πάχος ὥστε δόρατα ποιεῖσθαι ἐξ αὐτοῦ. Τὰ δ’ ἐντὸς ἔχει ὅμοια ἵππῳ καὶ ὄνῳ.