Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Ἡ δὲ τῶν γυναικείων ὁρμὴ γίνεται περὶ φθίνοντας τοὺς μῆνας· διὸ φασί τινες τῶν σοφιζομένων καὶ τὴν σελήνην εἶναι θῆλυ, ὅτι ἅμα συμβαίνει ταῖς μὲν ἡ κάθαρσις τῇ δ’ ἡ φθίσις καὶ μετὰ τὴν κάθαρσιν καὶ τὴν φθίσιν ἡ πλήρωσις ἀμφοῖν. Καὶ ταῖς μὲν συνεχῶς καθ’ ἕκαστον ὀλιγάκις τὰ καταμήνια φοιτᾷ, παρὰ δὲ μῆνα τρίτον ταῖς πλείσταις. Ὅσαις μὲν οὖν ὀλίγον χρόνον γίνεται, δύο ἢ τρεῖς ἡμέρας, ἀπαλλάττουσι ῥᾷον, ὅσαις δὲ πολλάς, χαλεπώτερον. Πονοῦσι γὰρ τὰς ἡμέρας τὰς ἡμέρας ταύτας· ταῖς μὲν γὰρ ἀθρόα ἡ κάθαρσις γίνεται ταῖς δὲ κατ’ ὀλίγον, τὸ δὲ σῶμα βαρύνεται πάσαις, ἕως ἂν ἐξέλθῃ. Πολλαῖς δὲ καὶ ὅταν ὁρμᾷ τὰ καταμήνια καὶ μέλλῃ ῥήγνυσθαι, πνιγμοὶ γίνονται καὶ ψόφος ἐν ταῖς ὑστέραις, ἕως ἂν ῥαγῇ. Φύσει μὲν οὖν ἡ σύλληψις γίνεται μετὰ τὴν τούτων ἀπαλλαγὴν ταῖς γυναιξίν· καὶ ὅσαις μὴ γίνεται ταῦτα, ὡς ἐπὶ τὸ πολὺ ἄτεκνοι διατελοῦσιν. Οὐ μὴν ἀλλὰ καὶ μὴ γινομένων τούτων ἔνιαι συλλαμβάνουσιν, ὅσαις συναθροίζεται ἰκμὰς τοσαύτη ὅση ταῖς γειναμέναις ὑπολείπεται μετὰ τὴν κάθαρσιν, ἀλλὰ μὴ ὥστε καὶ θύραζε ἐξιέναι. Καὶ γινομένων ἔτι ἔνιαι συλλαμβάνουσιν· ὕστερον δ’ οὐ συλλαμβάνουσιν, ὅσαις εὐθὺς μετὰ τὴν κάθαρσιν αἱ ὑστέραι συμμύουσιν. Γίνεται δ’ ἐνίαις καὶ κυούσαις διὰ τέλους τὰ γυναικεῖα· συμβαίνει μέντοι ταύταις φαῦλα τίκτειν, καὶ ἢ μὴ σώζεσθαι εἰς αὔξην ἢ ἀσθενῆ τὰ ἔκγονα γίγνεσθαι. Πολλαῖς δὲ καὶ διὰ τὸ δεῖσθαι τῆς συνουσίας ἢ διὰ τὴν νεότητα καὶ τὴν ἡλικίαν, ἢ διὰ τὸ χρόνον ἀπέχεσθαι πολύν, καταβαίνουσιν αἱ ὑστέραι κάτω, καὶ τὰ γυναικεῖα γίνεται πολλάκις τρὶς τοῦ μηνός, ἕως ἂν συλλάβωσιν· τότε δ’ ἀπέρχονται πάλιν εἰς τὸν ἄνω τόπον τὸν οἰκεῖον. Ἐνίοτε δὲ κἂν συμβῇ ἔχουσα, τύχῃ δ’ ὑγρὰ οὖσα, ἀποφυσᾷ τοῦ σπέρματος τὸ ὑγρότερον. Πάντων δὲ τῶν ζῴων, ὥσπερ εἴρηται καὶ πρότερον, ταῖς γυναιξὶ μᾶλλον τῶν ἄλλων θηλειῶν ἡ κάθαρσις γίνεται πλείστη. Τοῖς μὲν γὰρ μὴ ζῳοτοκοῦσιν οὐθὲν τοιοῦτον ἐπισημαίνει διὰ τὸ τὴν περίττωσιν ταύτην τρέπεσθαι εἰς τὸ σῶμα (μείζω τε γὰρ ἔνια τῶν ἀρρένων ἐστί, καὶ ἔτι τοῖς μὲν εἰς φολίδας τοῖς δ’ εἰς λεπίδας τοῖς δ’ εἰς τὸ τῶν πτερῶν ἀναλίσκεται πλῆθος), τοῖς δὲ πεζοῖς καὶ ζῳοτόκοις εἴς τε τὰς τρίχας καὶ τὸ σῶμα (λεῖον γὰρ ἄνθρωπός ἐστι μόνον) καὶ εἰς τὰ οὖρα (παχεῖαν γὰρ τὰ πλεῖστα καὶ πολλὴν τὰ τοιαῦτα ποιεῖται τὴν ἔκκρισιν)· ταῖς δὲ γυναιξὶν ἀντὶ τούτων τρέπεται τὸ περίττωμα εἰς τὴν κάθαρσιν. Ὁμοίως δ’ ἔχει τοῦτο καὶ ἐπὶ τῶν ἀρρένων· πλεῖστον γὰρ ὡς κατὰ τὸ μέγεθος ἀφίησι σπέρμα τῶν ἄλλων ζῴων ἄνθρωπος (διὸ καὶ λειότατον τῶν ζῴων ἐστὶν ἄνθρωπος), καὶ αὐτῶν δ’ οἱ ὑγρότεροι τὰς φύσεις καὶ μὴ πολύσαρκοι λίαν, καὶ οἱ λευκότεροι δὲ τῶν μελάνων. Καὶ ἐπὶ γυναικῶν δὲ τὸν αὐτὸν τρόπον· ταῖς γὰρ εὐσάρκοις πορεύεται εἰς τὴν τροφὴν τοῦ σώματος τὸ πολὺ τῆς ἐκκρίσεως. Καὶ ἐν ταῖς ὁμιλίαις δὲ τῶν ἀφροδισίων αἱ λευκότεραι τὴν φύσιν ἐξικμάζουσι μᾶλλον τῶν μελαινῶν. Ποιεῖ δὲ τῆς τροφῆς τὰ ὑγρὰ καὶ δριμέα τοιαύτην τὴν ὁμιλίαν μᾶλλον.

〈الطمث〉

والطمث يهيج فى آخر الشهور والآهلة. ولذلك يزعم بعض المنجمين أن القمر أيضاً أنثى، لأن طمث النساء يكون مع نقص الهلال، وبعد تنقية الطمث ونقص الهلال يكون الامتلاء فى كليهما. ومن النساء من تطمث فى كل شهر مرةً، ومنهن من تطمث شهراً بعد شهر. فالنساء اللائى يطمثن فى كل شهر إنما يطمثن يومين أو ثلاثة ثم يسترحن عاجلاً. فأما النساء اللاتى يطمثن بعد أيام كثيرة فوجعهن يكون شديداً ويصيبهن أذى كثير، لأن إفراغهن يكون كثيراً بغتةً؛ فأما الآخر فهو يعرض قليلاً قليلاً. وجسد كل امرأة يثقل عند دنو وقت الطمث حتى يستفرغن. ويعرض لكثير من النساء عند تهيج الطمث شىء شبيه بالخنق ودوى فى الأرحام حتى ينزل ذلك الدم والفضلة المؤذية.

والحبل يكون، من قبل الطباع، بعد طهر النساء من الطمث. وربما حمل بعض النساء بعد ذلك الوقت أيضاً إذا كانت رطوبة مجتمعة فى الرحم، مثل الرطوبة التى تبقى بعد إفراغ الطمث، ولكن لا ينبغى أن تكون تلك الرطوبة كثيرةً بقدر ما يخرج إلى الحبل. وربما حملت المرأة قبل أن تطهر من طمثها. فأما النساء اللاتى تتعلق أفواه أرحامهن بعد فراغ الطمث فليس يحملن. وربما عرض الطمث لبعض النساء وهن حوامل، ولكن يعرض أن يكون الأولاد التى تولد منهن على أردأ الحالات ولا تسلم ولا تنشأ (= تنمو) وتكون ضعيفة سقيمة.

وربما نزلت أرحام كثير من النساء إلى أسفل، لحال الحاجة إلى الجماع أو لحال الشباب، أو لحال كثرة إدمان النكاح، فيطمثن فى كل شهر مراراً شتى حتى يحملن. فإذا حملن عادت الأرحام إلى [٢٧٤] المكان الأول الذى كانت فيه. وربما حملت المرأة: فإن كانت رطبة الرحم جداً ألقت فضلة رطوبة المنى.

وكما قيل فيما سلف: الطمث الذى يعرض للنساء أكثر من الطمث الذى يعرض لجميع أجناس الحيوان. وليس يعرض شىء من الطمث للحيوان الذى لا يلد حيواناً مثله، لأن تلك الفضلة تمثل إلى الجسد، وجثث كثير من الإناث أكبر من جثث الذكورة. وأيضاً ربما نفذت تلك الفضلة فى قشور، وربما نفدت فى التفليس، وربما نفذت كثرتها فى الريش. فأما الحيوان الذى يلد حيواناً مثله ففضلته تنفد فى الجسد والشعر، لأنه ليس حيوان أملس الجسد، ما خلا الإنسان فقط. وتلك الفضلة تخرج فى سائر الحيوان مع البول، لأنه يبول بولاً كثيراً كدراً. فأما فضلة النساء فإنها تمثل إلى الطمث، بدل الأصناف التى وصفنا.

وحال ذكورة الناس كمثل: لأن منى الإنسان أكثر من منى جميع الحيوان، إذا قيس عظم الإنسان إلى أجسام الحيوان. ومن أجل هذه العلة، 〈فإن〉 الناس أكثر من جميع الحيوان. وإذا كان الإنسان رطب الطباع جداً ولم يكن كثير اللحم وكان أبيض اللون، فزرعه أكثر من زرع السمر والسود الألوان، وخاصة إذا لم يكن حال أجسادهم كما وصفنا. ومثل هذا العرض يعرض فى النساء أيضاً، فإن المرأة إذا كانت جيدة البضعة كثيرة اللحم، تفنى كثيرة الرطوبة التى تخرج من الجسد فى كثرة ذلك اللحم. والبيض الألوان من النساء فى وقت الجماع يسقن الزرع أكثر من السود والسمر الألوان؛ 〈وينبغى أن نضيف أن استعمال الأطعمة الرطبة والحريفة يزيد فى تهيج الشهوة الجنسية〉!