Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Νώτου δὲ μέρη ὠμοπλάται δύο καὶ ῥάχις, ὑποκάτω δὲ κατὰ τὴν γαστέρα τοῦ θώρακος ὀσφύς. Κοινὸν δὲ τοῦ ἄνω καὶ κάτω πλευραί, ἑκατέρωθεν ὀκτώ· περὶ γὰρ Λιγύων τῶν καλουμένων ἑπταπλεύρων οὐθενός πω ἀξιοπίστου ἀκηκόαμεν.

Ἔχει δ’ ὁ ἄνθρωπος καὶ τὸ ἄνω καὶ τὸ κάτω, καὶ πρόσθια καὶ ὀπίσθια, καὶ δεξιὰ καὶ ἀριστερά. Τὰ μὲν οὖν δεξιὰ καὶ ἀριστερὰ ὅμοια σχεδὸν ἐν τοῖς μέρεσι καὶ ταὐτὰ πάντα, πλὴν ἀσθενέστερα τὰ ἀριστερά· τὰ δ’ ὀπίσθια τοῖς προσθίοις ἀνόμοια, καὶ τὰ κάτω τοῖς ἄνω, πλὴν ὧδε ὅμοια, τὰ κάτω τοῦ ἤτρου οἷον τὸ πρόσωπον εὐσαρκίᾳ καὶ ἀσαρκίᾳ, καὶ τὰ σκέλη πρὸς τοὺς βραχίονας ἀντίκειται· καὶ οἷς βραχεῖς οἱ ἀγκῶνες, καὶ οἱ μηροὶ ὡς ἐπὶ τὸ πολύ, καὶ οἷς οἱ πόδες μικροί, καὶ αἱ χεῖρες.

Κώλου δὲ τὸ μὲν διφυὲς βραχίων· βραχίονος δὲ ὦμος, ἀγκών, ὠλέκρανον, πῆχυς, χείρ· χειρὸς δὲ θέναρ, δάκτυλοι πέντε· δακτύλου δὲ τὸ μὲν καμπτικὸν κόνδυλος, τὸ δ’ ἄκαμπτον φάλαγξ. Δάκτυλος δ’ ὁ μὲν μέγας μονοκόνδυλος, οἱ δ’ ἄλλοι δικόνδυλοι. Ἡ δὲ κάμψις καὶ τῷ βραχίονι καὶ τῷ δακτύλῳ εἴσω πᾶσιν· κάμπτεται δ’ ὁ βραχίων κατὰ τὸ ὠλέκρανον. Χειρὸς δὲ τὸ μὲν ἐντὸς θέναρ, σαρκῶδες καὶ διῃρημένον ἄρθροις, τοῖς μὲν μακροβίοις ἑνὶ ἢ δυσὶ δι’ ὅλου, τοῖς δὲ βραχυβίοις δυσὶ καὶ οὐ δι’ ὅλου. Ἄρθρα δὲ χειρὸς καὶ βραχίονος καρπός. Τὸ δὲ ἔξω τῆς χειρὸς νευρῶδες καὶ ἀνώνυμον.

Κώλου δὲ διμερὲς ἄλλο σκέλος. Σκέλους δὲ τὸ μὲν ἀμφικέφαλον μηρός, τὸ δὲ πλανησίεδρον μύλη, τὸ δὲ διόστεον κνήμη, καὶ ταύτης τὸ μὲν πρόσθιον ἀντικνήμιον, τὸ δ’ ὀπίσθιον γαστροκνημία, σὰρξ νευρώδης ἢ φλεβώδης, τοῖς μὲν ἀνεσπασμένη ἄνω πρὸς τὴν ἰγνύν, ὅσοι μεγάλα τὰ ἰσχία ἔχουσι, τοῖς δ’ ἐναντίως κατεσπασμένη· τὸ δ’ ἔσχατον ἀντικνημίου σφυρόν, διφυὲς ἐν ἑκατέρῳ τῷ σκέλει. Τὸ δὲ πολυόστεον τοῦ σκέλους πούς. Τούτου δὲ τὸ μὲν ὀπίσθιον μέρος πτέρνα, τὸ δ’ ἐμπρόσθιον τοῦ ποδὸς τὸ μὲν ἐσχισμένον δάκτυλοι πέντε, τὸ δὲ σαρκῶδες κάτωθεν στῆθος, τὸ δ’ ἄνωθεν ἐν τοῖς πρανέσι νευρῶδες καὶ ἀνώνυμον. Δακτύλου δὲ τὸ μὲν ὄνυξ, τὸ δὲ καμπή· πάντων δὲ ὁ ὄνυξ ἐπ’ ἄκρῳ· μονόκαμπτοι δὲ πάντες οἱ κάτω δάκτυλοι. Τοῦ δὲ ποδὸς ὅσοις τὸ ἐντὸς παχὺ καὶ μὴ κοῖλον, ἀλλὰ βαίνουσιν ὅλῳ, πανοῦργοι. Κοινὸν δὲ μηροῦ καὶ κνήμης γόνυ καμπή.

Ταῦτα μὲν οὖν τὰ μέρη κοινὰ καὶ ἄρρενος καὶ θήλεος. Ἡ δὲ θέσις τῶν μερῶν πρὸς τὸ ἄνω καὶ κάτω καὶ πρόσθιον καὶ ὀπίσθιον καὶ δεξιὸν καὶ ἀριστερὸν ὡς ἔχει, φανερὰ μὲν ἂν εἶναι δόξειε τὰ ἔξωθεν κατὰ τὴν αἴσθησιν, οὐ μὴν ἀλλὰ διὰ τὴν αὐτὴν αἰτίαν λεκτέον δι’ ἥνπερ καὶ τὰ πρότερον εἰρήκαμεν, ἵνα περαίνηται τὸ ἐφεξῆς, καὶ καταριθμουμένων ὅπως ἧττον λανθάνῃ τὰ μὴ τὸν αὐτὸν ἔχοντα τρόπον ἐπί τε τῶν ἄλλων ζῴων καὶ ἐπὶ τῶν ἀνθρώπων. Μάλιστα δ’ ἔχει διωρισμένα πρὸς τοὺς κατὰ φύσιν τόπους τὰ ἄνω καὶ κάτω ἄνθρωπος τῶν ἄλλων ζῴων· τά τε γὰρ ἄνω καὶ κάτω πρὸς τὰ τοῦ παντὸς ἄνω καὶ κάτω τέτακται. Τὸν αὐτὸν τρόπον καὶ τὰ πρόσθια καὶ τὰ ὀπίσθια καὶ τὰ δεξιὰ καὶ τὰ ἀριστερὰ κατὰ φύσιν ἔχει. Τῶν δ’ ἄλλων ζῴων τὰ μὲν οὐκ ἔχει, τὰ δ’ ἔχει μὲν συγκεχυμένα δ’ ἔχει μᾶλλον. Ἡ μὲν οὖν κεφαλὴ πᾶσιν ἄνω πρὸς τὸ σῶμα τὸ ἑαυτῶν· ὁ δ’ ἄνθρωπος μόνος, ὥσπερ εἴρηται, πρὸς τὸ τοῦ ὅλου τελειωθεὶς ἔχει τοῦτο τὸ μόριον. Μετὰ δὲ τὴν κεφαλήν ἐστιν ὁ αὐχήν, εἶτα στῆθος καὶ νῶτον, τὸ μὲν ἐκ τοῦ πρόσθεν τὸ δ’ ἐκ τοῦ ὄπισθεν. Καὶ ἐχόμενα τούτων γαστὴρ καὶ ὀσφὺς καὶ αἰδοῖον καὶ ἰσχίον, εἶτα μηρὸς καὶ κνήμη, τελευταῖον δὲ πόδες. Εἰς τὸ πρόσθεν δὲ καὶ τὰ σκέλη τὴν κάμψιν ἔχει, ἐφ’ ὃ καὶ ἡ πορεία, καὶ τῶν ποδῶν τὸ κινητικώτερον μέρος καὶ ἡ κάμψις· ἡ δὲ πτέρνα ἐκ τοῦ ὄπισθεν· τῶν δὲ σφυρῶν ἑκάτερον κατὰ τὸ οὖς. Ἐκ δὲ τῶν πλαγίων τῶν δεξιῶν καὶ τῶν ἀριστερῶν οἱ βραχίονες, τὴν κάμψιν ἔχοντες εἰς τὸ ἐντός, ὥστε τὰ κυρτὰ τῶν σκελῶν καὶ τῶν βραχιόνων πρὸς ἄλληλα εἶναι ἐπ’ ἀνθρώπου μάλιστα. Τὰς δ’ αἰσθήσεις καὶ τὰ αἰσθητήρια, ὀφθαλμοὺς καὶ μυκτῆρας καὶ γλῶτταν, ἐπὶ ταὐτὸ καὶ εἰς τὸ πρόσθιον ἔχει· τὴν δ’ ἀκοὴν καὶ τὸ αἰσθητήριον αὐτῆς καὶ τὰ ὦτα ἐκ τοῦ πλαγίου μέν, ἐπὶ τῆς αὐτῆς δὲ περιφερείας τοῖς ὄμμασιν. Τὰ δ’ ὄμματα ἐλάχιστον κατὰ μέγεθος διέστηκεν ἀνθρώπῳ τῶν ζῴων. Ἔχει δὲ ἀκριβεστάτην ἄνθρωπος τῶν αἰσθήσεων τὴν ἁφήν, δευτέραν δὲ τὴν γεῦσιν· ἐν δὲ ταῖς ἄλλαις λείπεται πολλῶν.

〈الجذع. تماثل الجسم البشرى〉

ومن أجزاء الظهر الأكتاف والفقار. فأما الأضلاع فهى مشتركة فيما بين الصدر والظهر. وهى ثمانية من كل ناحية.

وفى جسد الإنسان الناحية العليا والسفلى، والمقدم والمؤخر، والناحية اليمنى والناحية اليسرى. والأعضاء التى فيها يشبه بعضها بعضاً، أعنى التى فى الناحية اليمنى، والتى فى الناحية اليسرى، وإن كانت أعضاء الناحية اليمنى أقوى من الأعضاء التى فى الناحية اليسرى. فأما الأعضاء التى فى الظهر فليس تشبه الأعضاء التى فى مقدم الجسد، ولا تشبه أيضاً الأعضاء التى فى أسفل الجسد الأعضاء التى فى أعلى الجسد. وإن كان بعضها يشبه بعضاً 〈فذلك〉 حول اللحم، مثل الفخذين والعضدين والساقين والذراعين: فإذا كانت العضدان قصيرتين [١٩]، فإن الفخذين تقصران أيضاً على مثل تلك الحال. وإذا صغرت الرجلان، صغرت اليدان أيضاً.

〈الأطراف〉

وعظم العضد واحد، وعظام الذراع اثنان. وبعد الذراع الكفان المجزآن بالأصابع. وكل إصبع مجزأة بثلاثة أجزاء وبثلاثة عظام ومفاصل، ما خلا الإبهام، فإنها تجزأ بجزئين؛ وفيها عظمان ومفصلان. وانقباض الأصابع يكون إلى داخل، وانبساطها يكون إلى خارج. ومرفق اليد وموضع أصل العضد ينقبض، وينبسط كمثل. وما يلى داخل الكف، وهو مجزأ بخطوط وأثانى بينة. وإذا كانت تلك الخطوط اثنين أو ثلاثة تشق كل الكف، 〈فهذا〉 يدل على طول العمر. وإذا كانت اثنين قصيرين 〈فهذا〉 يدل على قلة العمر. فأما ظهر الكف فإنه معرق كثير العظام قليل اللحم.

وفى أسفل الجسد الفخذان والركبتان. وعلى الركبة العظم الذى يسمى الداعصة، ثم الساقان. ومقدم الساق يقال له أنف الساق، ومؤخره يقال 〈له〉 بطن الساق. وخلقته من لحم وعصب وعروق. وفيما بين أسفل الساق والقدم: الكعب. ومؤخر القدم يسمى العقب. وما تحت طرف القدم يسمى صدر القدم. وما يلى أعلى القدم كثير العظام والعصب. وفى طرف القدم: الأصابع والأظفار. وفى جميع الأصابع انقباض وانبساط. وإذا كان أسفل القدم غليظاً سميناً ليس بعميق ولا منجذب، وكان صاحب تلك القدم يطأ ويمشى على كلها، فهو دليل نكر ورداءة حال. وإذا لم يكن على ما ذكرنا، يدل على خلاف ذلك. والعظم الذى يسمى داعصة ومكان الركبة مشترك فيما بين الفخذ والساق.

〈ترتيب الجسم الإنسانى〉

فهذه الأعضاء مشتركة للإناث والذكورة. وأما وضع جميع أعضاء الجسد: بقدر ما يشير الأعلى والأسفل، والمقدم والمؤخر، واليمين والشمال — فإن جميع الأعضاء التى فى الظاهر من الجسد بينة للحس معروفة للكل. وإنما ذكرناها وسميناها لكيما يكون قولنا تاماً، ولأنا نريد أن نقيس بهذه الأعضاء جميع أعضاء سائر الحيوان، ولا يخفى علينا شىء من وضعها ولا أشكالها.

وأجزاء الإنسان خاصةً مخلوقة موضوعة بقدر [٢٠] خلقه. ووضع جميع هذا لعلل — أعنى أن ناحية جسد الإنسان العليا والسفلى، ومقدمه ومؤخره، واليمين واليسار: مخلوق خلقة طباعية بقدر خلقة هذا العالم. وليس ذلك فى سائر الحيوان، لأن من الحيوان ما ليس فيه جميع هذه الأعضاء؛ ومنه ما فيه هذه الأعضاء، ولكن ليس وضعها مثل وضع أعضاء الإنسان، فإن رأس الإنسان موضوع فوق جميع جسده بقدر خلقة الكل، كما قلنا فيما سلف. فأما رءوس سائر الحيوان فعلى خلاف ذلك، لأنها وإن كانت موضوعة على أجسادها، فهى مائلة إلى أسفل ناظرة إلى الأرض، وليست هى قائمةً مستقيمة ناظرةً إلى الهواء والسماء مثل رأس الإنسان.

وبعد الرأس: العنق، والصدر، والظهر. فأما الصدر فهو مقدم الجسد. والظهر موضوع فى مؤخر الجسد. والبطن موضوع بعد الصدر، و〈أما〉 الصلب فتاليه. وبعد ذلك المحاشى، والوركين؛ ثم الأفخاذ، والساقان؛ ثم القدمان.

فأما الحواس وآلة الحواس، مثل العينين والمنخرين واللسان فإنها موضوعة كلها فى مقدم الوجه. فأما السمع وآلة السمع فهى موضوعة فى جوانب الرأس قبالة العينين. وعينا الإنسان قريبة بعضهما من بعض بقدر عظم رأسه أكثر من جميع الحيوان. وحس اللمس فى الإنسان لطيف جداً أكثر من سائر الحواس. وبعده حس المذاق؛ وهى فى الإنسان أيضاً لطيفة. فأما سائر الحواس — أعنى البصر والمشمة والسمع — فإنها فى الإنسان دون ما هى فى كثير من الحيوان.