Digital Corpus for Graeco-Arabic Studies

Aristotle: Historia Animalium (History of Animals)

Τὰ μὲν οὖν μόρια τὰ πρὸς τὴν ἔξω ἐπιφάνειαν τοῦτον τέτακται τὸν τρόπον, καὶ καθάπερ ἐλέχθη, διωνόμασταί τε μάλιστα καὶ γνώριμα διὰ τὴν συνήθειάν ἐστιν· τὰ δ’ ἐντὸς τοὐναντίον. Ἄγνωστα γάρ ἐστι μάλιστα τὰ τῶν ἀνθρώπων, ὥστε δεῖ πρὸς τὰ τῶν ἄλλων μόρια ζῴων ἀνάγοντας σκοπεῖν, οἷς ἔχει παραπλησίαν τὴν φύσιν. Πρῶτον μὲν οὖν τῆς κεφαλῆς κεῖται τὴν θέσιν ἐν τῷ πρόσθεν ἔχων ὁ ἐγκέφαλος. Ὁμοίως δὲ καὶ τοῖς ἄλλοις ζῴοις, ὅσα ἔχει τοῦτο τὸ μόριον· ἔχει δὲ ἅπαντα ὅσα ἔχει αἷμα, καὶ ἔτι τὰ μαλάκια· κατὰ μέγεθος δ’ ὁμοίως ἔχει ἄνθρωπος πλεῖστον ἐγκέφαλον καὶ ὑγρότατον. Ὑμένες δὲ αὐτὸν δύο περιέχουσιν, ὁ μὲν περὶ τὸ ὀστοῦν ἰσχυρότερος, ὁ δὲ περὶ αὐτὸν τὸν ἐγκέφαλον ἥττων ἐκείνου. Διφυὴς δ’ ἐν πᾶσίν ἐστιν ὁ ἐγκέφαλος. Καὶ ἐπὶ τούτου ἡ καλουμένη παρεγκεφαλὶς ἔσχατον, ἑτέραν ἔχουσα τὴν μορφὴν καὶ κατὰ τὴν ἁφὴν καὶ κατὰ τὴν ὄψιν. Τὸ δ’ ὄπισθεν τῆς κεφαλῆς κενὸν καὶ κοῖλον πᾶσιν, ὡς ἑκάστοις ὑπάρχει μεγέθους. Ἔνια μὲν γὰρ μεγάλην ἔχει τὴν κεφαλήν, τὸ δ’ ὑποκείμενον τοῦ προσώπου μόριον ἔλαττον, ὅσα στρογγυλοπρόσωπα· τὰ δὲ τὴν μὲν κεφαλὴν μικράν, τὰς δὲ σιαγόνας μακράς, οἷον τὸ τῶν λοφούρων γένος πᾶν. Ἄναιμος δ’ ὁ ἐγκέφαλος ἅπασι, καὶ οὐδεμίαν ἔχων ἐν αὑτῷ φλέβα, καὶ θιγγανόμενος κατὰ φύσιν ψυχρός. Ἔχει δ’ ἐν τῷ μέσῳ ὁ τῶν πλείστων πᾶς κοῖλόν τι μικρόν. Ἡ δὲ περὶ αὐτὸν μῆνιγξ φλεβώδης· ἔστι δ’ ὑμὴν δερματικὸς ἡ μῆνιγξ ὁ περιέχων τὸν ἐγκέφαλον. Ὑπὲρ δὲ τὸν ἐγκέφαλον λεπτότατον ὀστοῦν καὶ ἀσθενέστατον τῆς κεφαλῆς ἐστίν, ὃ καλεῖται βρέγμα. Φέρουσι δ’ ἐκ τοῦ ὀφθαλμοῦ τρεῖς πόροι εἰς τὸν ἐγκέφαλον, ὁ μὲν μέγιστος καὶ ὁ μέσος εἰς τὴν παρεγκεφαλίδα, ὁ δ’ ἐλάχιστος εἰς αὐτὸν τὸν ἐγκέφαλον· ἐλάχιστος δ’ ἐστὶν ὁ πρὸς τῷ μυκτῆρι μάλιστα. Οἱ μὲν οὖν μέγιστοι παρ’ ἀλλήλους εἰσὶ καὶ οὐ συμπίπτουσιν, οἱ δὲ μέσοι συμπίπτουσι (δῆλον δὲ τοῦτο μάλιστα ἐπὶ τῶν ἰχθύων)· καὶ γὰρ ἐγγύτερον οὗτοι τοῦ ἐγκεφάλου ἢ οἱ μεγάλοι· οἱ δ’ ἐλάχιστοι πλεῖστόν τε ἀπήρτηνται ἀλλήλων καὶ οὐ συμπίπτουσιν. Ἐντὸς δὲ τοῦ αὐχένος ὅ τε οἰσοφάγος καλούμενός ἐστιν, ἔχων τὴν ἐπωνυμίαν ἀπὸ τοῦ μήκους καὶ τῆς στενότητος, καὶ ἡ ἀρτηρία. Πρότερον δὲ τῇ θέσει ἡ ἀρτηρία κεῖται τοῦ οἰσοφάγου ἐν πᾶσι τοῖς ἔχουσιν αὐτήν· ἔχει δὲ ταύτην πάντα ὅσαπερ καὶ πνεύμονα ἔχει. Ἔστι δ’ ἡ μὲν ἀρτηρία χονδρώδης τὴν φύσιν καὶ ὀλίγαιμος, πολλοῖς λεπτοῖς φλεβίοις περιεχομένη, κεῖται δ’ ἐπὶ μὲν τὰ ἄνω πρὸς τὸ στόμα κατὰ τὴν ἐκ τῶν μυκτήρων σύντρησιν εἰς τὸ στόμα, ᾗ καὶ ὅταν πίνοντες ἀνασπάσωσί τι τοῦ ποτοῦ, χωρεῖ ἐκ τοῦ στόματος διὰ τῶν μυκτήρων ἔξω. Μεταξὺ δ’ ἔχει τῶν τρήσεων τὴν ἐπιγλωττίδα καλουμένην, ἐπιπτύσσεσθαι δυναμένην ἐπὶ τὸ τῆς ἀρτηρίας τρῆμα τὸ εἰς τὸ στόμα τεῖνον. Ταύτῃ δὲ τὸ πέρας συνήρτηται τῆς γλώττης. Ἐπὶ δὲ θάτερα καθήκει εἰς τὸ μεταξὺ τοῦ πλεύμονος, εἶτ’ ἀπὸ τούτου σχίζεται εἰς ἑκάτερον τῶν μερῶν τοῦ πλεύμονος. Θέλει γὰρ εἶναι διμερὴς ὁ πλεύμων ἐν ἅπασι τοῖς ἔχουσιν αὐτόν· ἀλλ’ ἐν μὲν τοῖς ζῳοτόκοις οὐχ ὁμοίως ἡ διάστασις φανερά, ἥκιστα δ’ ἐν ἀνθρώπῳ. Ἔστι δ’ οὐ πολυσχιδὴς ὁ τοῦ ἀνθρώπου, ὥσπερ ἐνίων ζῳοτόκων, οὐδὲ λεῖος, ἀλλ’ ἔχει ἀνωμαλίαν. Ἐν δὲ τοῖς ᾠοτόκοις, οἷον ὄρνισι καὶ τῶν τετραπόδων ὅσα ᾠοτόκα, πολὺ τὸ μέρος ἑκάτερον ἀπ’ ἀλλήλων ἔσχισται, ὥστε δοκεῖν δύο ἔχειν πλεύμονας· καὶ ἀπὸ μιᾶς δύο ἐστὶ μόρια τῆς ἀρτηρίας, εἰς ἑκάτερον τὸ μέρος τείνοντα τοῦ πλεύμονος. Συνήρτηται δὲ καὶ τῇ μεγάλῃ φλεβὶ καὶ τῇ ἀορτῇ καλουμένῃ. Φυσωμένης δὲ τῆς ἀρτηρίας διαδίδωσιν εἰς τὰ κοῖλα μέρη τοῦ πλεύμονος τὸ πνεῦμα. Ταῦτα δὲ διαφύσεις ἔχει χονδρώδεις εἰς ὀξὺ συνηκούσας· ἐκ δὲ τῶν διαφύσεων τρήματα διὰ παντός ἐστι τοῦ πλεύμονος, ἀεὶ ἐκ μειζόνων εἰς ἐλάττω διαδιδόμενα. Συνήρτηται δὲ καὶ ἡ καρδία τῇ ἀρτηρίᾳ πιμελώδεσι καὶ χονδρώδεσι καὶ ἰνώδεσι δεσμοῖς· ᾗ δὲ συνήρτηται, κοῖλόν ἐστιν. Φυσωμένης δὲ τῆς ἀρτηρίας ἐν ἐνίοις μὲν οὐ κατάδηλον ποιεῖ, ἐν δὲ τοῖς μείζοσι τῶν ζῴων δῆλον ὅτι εἰσέρχεται τὸ πνεῦμα εἰς αὐτήν. Ἡ μὲν οὖν ἀρτηρία τοῦτον ἔχει τὸν τρόπον, καὶ δέχεται μόνον τὸ πνεῦμα καὶ ἀφίησιν, ἄλλο δ’ οὐθὲν οὔτε ξηρὸν οὔθ’ ὑγρόν, ἢ πόνον παρέχει, ἕως ἂν ἐκβήξῃ τὸ κατελθόν. Ὁ δὲ στόμαχος ἤρτηται μὲν ἄνωθεν ἀπὸ τοῦ στόματος, ἐχόμενος τῆς ἀρτηρίας, συνεχὴς ὢν πρός τε τὴν ῥάχιν καὶ τὴν ἀρτηρίαν ὑμενώδεσι δεσμοῖς, τελευτᾷ δὲ διὰ τοῦ διαζώματος εἰς τὴν κοιλίαν, σαρκοειδὴς ὢν τὴν φύσιν, καὶ τάσιν ἔχων καὶ ἐπὶ μῆκος καὶ ἐπὶ πλάτος. Ἡ δὲ κοιλία ἡ τοῦ ἀνθρώπου ὁμοία τῇ κυνείᾳ ἐστίν· οὐ πολλῷ γὰρ τοῦ ἐντέρου μείζων, ἀλλ’ ἐοικυῖα οἱονεὶ ἐντέρῳ εὖρος ἔχοντι· εἶτα ἔντερον ἁπλοῦν εἱλιγμένον, εἶτα ἔντερον ἐπιεικῶς πλατύ. Ἡ δὲ κάτω κοιλία ὁμοία τῇ ὑείᾳ· πλατεῖά τε γάρ ἐστι, καὶ τὸ ἀπὸ ταύτης πρὸς τὴν ἕδραν παχὺ καὶ βραχύ. Τὸ δ’ ἐπίπλοον ἀπὸ μέσης τῆς κοιλίας ἤρτηται, ἔστι δὲ τὴν φύσιν ὑμὴν πιμελώδης, ὥσπερ καὶ τοῖς ἄλλοις τοῖς μονοκοιλίοις καὶ ἀμφώδουσιν. Ὑπὲρ δὲ τῶν ἐντέρων τὸ μεσεντέριόν ἐστιν· ὑμενῶδες δ’ ἐστὶ τοῦτο καὶ πλατύ, καὶ πῖον γίνεται. Ἐξήρτηται δὲ ἐκ τῆς μεγάλης φλεβὸς καὶ τῆς ἀορτῆς. καὶ δι’ αὐτοῦ φλέβες πολλαὶ καὶ πυκναί, κατατείνουσαι πρὸς τὴν τῶν ἐντέρων θέσιν, ἄνωθεν ἀρξάμεναι μέχρι κάτω. Τὰ μὲν οὖν περὶ τὸν στόμαχον καὶ τὴν ἀρτηρίαν οὕτως ἔχει, καὶ τὰ περὶ τὴν κοιλίαν.

〈الأجزاء الباطنة. المخ〉

فهذا وضع أعضاء الجسد فيما يلى الناحية الظاهرة منه، بقدر ما رتبها الطباع، وأسماؤها كما سمينا فيما سلف. وهى معروفة بينة لحال العادة التى جرت. وأما الأعضاء التى فى باطن الجسد، فعلى خلاف ذلك، لأنها ليست معروفة لكثير من الناس، فنحن نذكرها ونقيسها إلى سائر أعضاء الحيوان الذى طبيعته قريبة من طبيعة الإنسان — لما هو يجب من وضع كتابنا.

فالدماغ موضوع فى مقدم رأس الإنسان، وهو موضوع على مثل هذه الحال [٢١] فى سائر رءوس الحيوان. ولجميع الحيوان الذى له دم: دماغ أيضاً. وللحيوان البحرى الذى يسمى باليونانية مالاقيا: دماغ. وحوله شغافان. فأما الإنسان فدماغه كبير جداً بقدر عظم رأسه. وهو رطب جداً، وحوله شغافان يحيطان به من كل ناحية. والصفاق الذى يلى العظم أقوى من الآخر جداً. فأما الصفاق الذى يلى الدماغ فهو فى القوة دون الصفاق الذى سميناه الآخر. والدماغ مجزأ بجزئين فى جميع الحيوان. وخلف الدماغ دماغ آخر فى بطن من بطون الرأس مخالف لهذا الدماغ الذى فى مقدم الرأس، بالنظر واللمس.

فأما مؤخر الرأس فهو مجوف خال بقدر عظم كل رأس. ورءوس بعض الحيوان عظيمة، ووجوهها أصغر من رءوسها، وذلك فى بعض الحيوان المستدير الوجه. ولبعض الحيوان رأس صغير، ولحيان كبيران طويلان، مثل جنس جميع الحيوان الذى ذنبه كثير الشعر.

وليس فى الدماغ دم ألبتة، ولا فيه عرق من العروق؛ وهو بارد تحت اللمس. وفى وسطه موضع عميق مستطيل. فالدماغ فى جميع الحيوان على ما ذكرنا. فأما الصفاق الذى يليه ففيه عروق. وإنما الصفاق شبيه بجلد رقيق حابس للدماغ. وفوق الدماغ عظم رقيق ضعيف جداً أكبر من عظام سائر الرأس، وهو فى المكان الذى يسمى اليافوخ.

وفى كل عين ثلاثه سبل آخذة إلى جوف الرأس. فأما الأعظم والأوسط منها فإنهما آخذان إلى مؤخر الرأس. فأما الصغير فهو آخذ إلى الدماغ بعينه. وأما السبيل الأصغر فهو الذى يلى الأنف خاصةً. والسبيلان العظيمان أحدهما قريب من الآخر، ومذهبهما واحد. وأحدهما يلقى الآخر قبل أن ينتهى إلى مكانهما. وذلك بين فى السمك خاصة، لأن هذين السبيلين فى السمك يقربان من الدماغ. فأما السبيلان الصغيران فإن أحدهما يبعد من الآخر جداً وليس يلتقيان ألبتة.

〈الرقبة والرئة〉

وفى داخل العنق يوجد المرىء، وهو ضيق مستطيل. والوريد موضوع فى مقدم العنق، وخلفه المرىء فى الناحية [٢٢] التى تلى القفا. فهذا وضعهما فى جميع الحيوان الذى له مرىء ووريد، أعنى قصبة الرئة. وإنما يكون هذا الوريد فى جميع الحيوان الذى له رئة. وخلقة الوريد من غضروف. وهو قليل الدم، تحيط به عروق دقاق جداً. ووضعه من الناحية العليا بعد الفم قبالة ثقب المنخر، وهو الثقب الآخذ إلى الفم. ولذلك ربما شرب الإنسان فخرج بعض تلك الرطوبة من المنخر، لحال الفتح الذى فيما بين الأنف والفم. وفيما بين الثقبين العضو الذى على أصل اللسان، وهو شبيه بغطاء يغطى قصبة الرئة لكيلا يقع فيها شىء من الطعام أو الشراب. وأما الناحية السفلى من القصبة فإنها تفترق بفرقين شبيهين بأنبوبتين، ويأخذان إلى جوانب الرئة، فإن الرئة تنشق أيضاً بجزئين. وهى على مثل هذه الحال فى جميع الحيوان الذى له رئة. ولكن ليس ذلك الافتراق بيناً جداً فى الحيوان الذى يلد حيواناً مثله، وخاصة فى الناس، فإن رئة الإنسان ليست كثيرة الافتراق، مثل افتراق رئات بعض الحيوان الذى يلد حيواناً مثله، ولا هى ملساء، بل فيها اختلاف. فأما فى الحيوان الذى يبيض بيضاً، مثل جنس جميع الطائر وما كان من الحيوان ذا أربعة أرجل يبيض بيضاً، فإن الرئة توجد فيه كثيرة الافتراق. ولذلك يظن كل من يعاينها من الجهال خلقتها أنهما رئتان. فأجزاء قصبة الرئة تفترق، وتنتهى إلى العرقين اللذين ذكرنا أنهما فى الرئة: كل واحد من الجزئين إلى عرق واحد.

وتلك القصبة لاصقة بالعرق العظيم والعرق الكبير الآخر الذى يسمى باليونانية أورطى، فإن نفخ أحد فى قصبة الرئة، دخلت الريح إلى المواضع العميقة المجوفة التى فى الرئة، ولذلك ينتفخ وتنتفخ جميع الرئة، فإن فى الرئة ثقباً وأماكن مجوفة، خلقتها من غضروف. وأواخر تلك الثقب ضيقة حادة، فأما أصولها فواسعة. وتلك القصبة لاصقة بالقلب أيضاً، كأنها مربوطة برباط خلقته من غضروف وعصب دقيق شبيه بالشعر. ويعلو ذلك كله شحم. والمكان الذى يكون [٢٣] فيه التزاق القصبة والرئة عضو متحكك. ومن الحيوان ما إذا نفخ فى رئة الحيوان العظيم الجثة فهو يستبين، لأن الريح تصل إلى الرئة.

فهذه حال قصبة الرئة. فهى معبر ومسيل ريح الشفتين إذا دخلت وإذا خرجت. وليس تقبل القصبة شيئاً من الطعام ولا الشراب: لا يابساً، ولا رطباً، إن لم يقع فيها شىء بغتةً. فإن عرض ذلك، سعل صاحبه سعالاً متتابعاً حتى يلقيه. فإن بقى منه شىء، كان علة خنق، أو موت، أو أمراض مزمنة ومهلكة.

〈المرىء〉

وأما المرىء — وهو الذى يسمى فم المعدة — فإنه موضوع خلف القصبة، لاصق بها. وابتداؤه من ناحية الفم العليا التى تلى أصل اللسان. وهو لاصق بالقصبة، كما وصفنا. وبينهما رباط من صفاق رقيق يضمهما. وهو آخذ إلى الحجاب الذى فى الجوف ومنه يأخذ إلى البطن. وخلقته من لحم يمكن أن يمتد ويتسع بالطول والعرض.

〈البطن〉

فأما بطن الإنسان فإنه شبيه ببطن الكلب، وإن كان أوسع منه. ومن البطن يخرج معىً مبسوط ملتف التفافاً يسيراً، وهو عريض. وأما البطن الأسفل فهو شبيه ببطن خنزير، لأنه عريض. وجزؤه الآخذ إلى المقعدة قصير ثخين. فأما الثرب فهو لاصق بوسط البطن. وخلقته من صفاق يعلوه شحم، كما يكون فى سائر الحيوان الذى ليس له إلا بطن واحد وله أسنان فى اللحيين جميعاً، أعنى فوق وأسفل.

وفوق المعى يكون المعى الأوسط، وهو شبيه بصفاق، وهو أيضاً عريض سمين، وهو لاصق بالعرق العظيم وبالعرق الذى يسمى أورطى، وفيه عروق كثيرة ضعيفة تمتد وتنتهى إلى وضع المعى وهى تبتدئ من فوق، وتنتهى إلى أسفل.

فهذه خلقة وحال المرىء والقصبة والبطن والمعى.