Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἀνατεινόντων, ὥσπερ ὅταν ὀρθοὶ στῶμεν, εἰκότως προσέθηκεν εἰς τὴν κάτω ἴξιν. ὀνομάζει δὲ συνήθως ἴξιν ἀεὶ τὴν εὐθύτητος θέσιν. ἄρα τοιγαροῦν τοὺς πόδας ὀλίγον ἀπ’ ἀλλήλων ἀξιοῖ, τὸ δὲ ὡς πρὸς βουβῶνα τοῦ γόνατος ὕψος ὀλίγον ὑπερέχειν, σκοπὸν ἔχων ἐν τοῖς πᾶσι τήν τε εὐσχημοσύνην καὶ τὴν εἰς τὰς ἐνεργείας ἑτοιμότητα καὶ τὴν ἀσφάλειαν τῆς ἕδρας, ὡς δυσπερίτρεπτον τὸν καθεζόμενον οὕτως. διὸ καὶ τὰ γόνατα καὶ ὅλους δηλονότι τοὺς μηροὺς ἄχρι τῶν βουβώνων διάστασιν ἔχειν ἀξιοῖ τοσαύτην ἀπ’ ἀλλήλων, ὡς εὐσχημόνως τε ἅμα καὶ ἀσφαλῶς καὶ πρὸς τὰς ἐνεργείας ἀκωλύτως ἐνίοτε μὲν ἐρείδεσθαι τοὺς ἀγκῶνας τῶν χειρῶν κατὰ τοὺς πήχεώς τι μέρος, ἐνίοτε δὲ ἑκατέρωθεν αὐτῶν παρατεταγμένας ἐνεργεῖν· τὸ μὲν γὰρ θέσει τῆς ἐπ’ αὐτῶν ἕδρας δηλωτικὸν, τὸ δὲ παραθέσει τῆς τῶν πλαγίων.