Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἐφεξῆς, ἵνα ᾖ τοιάδε, τὸ πρῶτον κηρωτῇ μαλθακῇ, λείῃ, καθαρῇ ἑλίσσετο, τὴν καλουμένην ὑπὸ τῶν γραμματικῶν δοτικὴν πτῶσιν ἄμεινόν ἐστιν ἀκούειν τοῦ τε κηρωτῇ καὶ τοῦ μαλθακῇ καὶ τοῦ λείῃ τὸν λόγον ποιεῖσθαι τοιοῦτον, ἑλίσσοντα τὸν ἐπίδεσμον οἵφι τὸ κατεαγὸς σὺν αὐτῷ προσήκει.

Κηρωτῇ μαλθακῇ καὶ λείῃ καὶ καθαρῇ.

Οὐ γὰρ ἤδη μόνον τὸ δέρμα τοῦ πάσχοντος ἐπαλείφεσθαι βούλεται τῇ κηρωτῇ, ξηρῶν αὐτῶν ἐπιβαλλομένων τῶν ἐπιδέσμων, ἀλλὰ καθ’ ἑκάστην ἐπιδέσμου περιέλιξιν ἀκολουθεῖν ἐπιχριόμενον αὐτῷ τὴν κηρωτήν. εἰ γὰρ μόνην περιειλήσεις, ἐγχρῆσθαι δ’ οἴει κατὰ τοῦ δέρματος ἐπιβάλλειν ξηρὰς, ἀποστερήσεις τὸ πεπονθὸς μόριον ἐν τάχει τῆς γιγνομένης αὐτῷ βοηθείας ἐκ τῆς κηρωτῆς, ἀνατεινόντων μὲν ὀθονίων αὐτὴν ὑγραίνουσαν, αὐχμηρὸν δὲ ἐργαζομένων ἐκ τούτου τὸ δέρμα τὴν κηρωτὴν, διὰ τί μὲν εἶναι μαλθακὴν