Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

μετήνεγκεν. εἴρηται δὲ καὶ τελέως καὶ σαφῶς ἔμπροσθεν, ὡς νῦν οὐκ ἐλλειπτικῶς. χρὴ γὰρ προσυπακοῦσαι τὸ ὀθόνιον, ἵν’ ἡ λέξις ὅλη γένηται τοιαύτη. ἡ πίεσις τῷ πλήθει τῶν ὀθονίων γιγνέσθω μᾶλλον ἢ τῇ θλίψει.

Ὁκόσα δὲ ἐκχυμώματα ἢ φλάσματα ἢ σπάσματα ἢ οἰδήματα ἀφλέγμαντα ἐξεργᾶται, ἐκ τοῦ τραύματος ἐς μὲν τὸ ἄνω τοῦ σώματος τὸ πλεῖστον, βραχὺ δέ τι καὶ ἐς τὸ κάτω, μὴ κατάντη τὴν χεῖρα ἔχοντα ἢ τὸ σκέλος, τιθέμενον τὴν ἀρχὴν κατὰ τὸ τραῦμα καὶ μάλιστα τὰ ἐρείδοντα, ἥκιστα τὰ ἄκρα, μέσως τὰ διὰ μέσου. τὸ ἔσχατον πρὸς τὰ ἄνω τοῦ σώματος νεμόμενον ἐπιδέσει, πιέσει. ἀτὰρ καὶ ταῦτα πλήθει μᾶλλον ἢ ἰσχύϊ, μάλιστα δὲ τουτέοισιν ὀθόνια λεπτὰ, κοῦφα, μαλθακὰ, καθαρὰ, πλατέα, ὑγιέα, ὡς ἂν ἄνευ ναρθήκων καὶ καταχύσει χρῆσθαι πλέονι.