Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

κόλπους, οὐχ ἁπλῶς ἄν τις ἐπιδεῖν οὕτως συμβουλεύει. χρὴ γὰρ ἀφλεγμάντους πρότερον αὐτοὺς ποιῆσαι καὶ μετὰ ταῦτα καθαροὺς ἢ ξηρούς. εἰ δὲ καὶ σάρκες ἐκτετηκυῖαι τύχοιεν, ἀνατρέψαι πρότερον ἐκείνας. οὕτως οὖν οὐδὲ τὰ ῥήγματα καὶ θλάσματα τοῦ γένους τῶν ἑλκῶν τε ἅμα καὶ κόλπων ὄντα διὰ τῆς εἰρημένης ἐπιδέσεως εὐθὺς ἅμα τῷ γενέσθαι θεραπευόμενα, ἀλλ’ ὅταν ἀφλέγμαντα καὶ ξηρὰ γένηται πρότερον, ἀμφοτέρων αὐτῶν ἔχειν ἔφην συνεχείας λύσις ἐν σαρκώδει μορίῳ γιγνομένη μετὰ τοῦ προσχεῖσθαί τι τοῦ αἵματος εἰς τὴν μεταξὺ χώραν, ὅπερ ἐστὶ κοινὸν ἀποστήματός τε καὶ κόλπου. ἄχρι μὲν οὖν ἀναστόμωτον ᾖ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν τὸ οὕτω διακείμενον μόριον, ἀφεστάναι μὲν γὰρ αὐτὸ λέγεται, τὸ δὲ κατ’ αὐτὸ πάθος ἀπόστημα καλεῖται. στομωθέντος δὲ αὐτοῦ κατά τι μέρος, ὡς ἐκκριθῆναι τὸ περιεχόμενον ὑγρὸν, οὐκέτι ἀπόστημα τὸ πάθος, ἀλλ’ ἤδη κόλπος ὀνομάζεται. τὰ τοιαῦτα οὖν ἅπαντα πάθη δεῖται μὲν ἀεὶ τῆς ἐπιδέσεως, οὐ μὴν ὁμοίας γε ἀεὶ, τῆς μὲν γὰρ φλεγμονῆς ἐν αὐτοῖς ὑπαρχούσης οὐδὲ ἐπιδέσεώς