Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Βέλτιον δὲ καὶ τὸ ἄνωθεν, οἷον κνήμης καὶ τῶν μηρῶν καὶ τὸ ἕτερον σκέλος τῷ ὑγιεῖ συνεπιδεῖν, ὡς ὁμοιότερον ᾖ καὶ ὁμοίως ἐλινύῃ καὶ ὁμοίως τῆς τροφῆς ἀποκλείηται καὶ δέχηται.

Τὴν τῶν μινυθημάτων ἐπίδεσιν ὀλίγον ἔμπροσθεν ἀλλοίαν ἔφη χρῆναι ποιεῖσθαι τῆς καταγματικῆς. ἐν ἐκείνῃ γὰρ πρόκειται, πρὸς τῷ τὴν ἐπιῤῥοὴν τοῦ αἵματος ἀνείργεσθαι, ἔτι καὶ τὸ περιεχόμενον ἐν τοῖς πεπονθόσι μορίοις ἄνω τε καὶ κάτω διωθεῖσθαι, πρὸς τῷ ἡσυχάζειν αὐτὰ μηδ’ ὅλως κινούμενα. διὰ γὰρ τῆς τοιαύτης ἔν τισι τελέως ἀφλέγμαντα γενέσθαι τὰ πεπονθότα μόρια· νυνὶ δὲ οὔτ’ ἀνείργειν τὴν ἐπιῤῥοὴν τοῦ αἵματος οὔτ’ ἐκκρίνειν τὸ περιεχόμενον ἐν αὐτοῖς οὔτε ἀκίνητα φυλάττειν, ἀλλὰ τἀναντία τούτων ἅπαντα πρόκειται πράττειν. τὴν οὖν ἐπίδεσιν, ὡς ἔφην, καὶ πρόσθεν ἄρξασθαι ἀπὸ τῶν τινων ὑγιῶν χρή.