Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

πιέζουσαν δὲ ταῦτα τὸ μὲν ἐξ αὐτῶν αἷμα χρὴ ταῖς λελεπτυσμέναις ἐκθλίβειν, αὐτὰ δὲ ἐν τῷ τελείως ἀπολαύειν κωλύειν. ἐπὶ μὲν οὖν κνήμης ἢ πήχεος πεπονθότων ἱκανὸν ἂν εἴη τὴν ἀρχὴν τῆς ἐπιδέσεως ἀπὸ βουβῶνος ποιεῖσθαι. μηροῦ δὲ ἢ βραχίονος πεπονθότων, ἀναγκαῖόν ἐστιν ἀντικείμενον ἐπιδεῖν κῶλον, ἐκ τῶν κάτω μὲν ἀρχομένους, ἀνιόντας δὲ ἄχρι βουβῶνος ἢ μασχάλης. εἰ δέ ποτε καὶ μεγάλως πῆχυς ἢ κνήμη πεπόνθοι, καθ’ ἑκάτερον ἐπιδεῖν σκέλος ἢ βραχίονα ἄμεινόν ἐστιν, ὡς ὁμοίως τούτῳ τὸ μὴ πεπονθὸς σκέλος ὑπερκειμένου τοῦ πεπονθότος μέρους εἴργηται καὶ μὴ τρέφηται. διὰ τοῦτο οὖν εἶπεν, οἷον κνήμης καὶ τῶν μερῶν καὶ τὸ ἕτερον σκέλος τῷ ὑγιεῖ συνεπιδεῖν, ὡς ὁμοίως φησὶν ἐλινύειν, τουτέστι ἀργεῖν τὸ ἕτερον, σκέλος δηλονότι τῷ κατὰ τὸ πεπονθὸς μηρῷ καὶ ὁμοίως ἀποκλείηται. τὸ δὲ δέχηται διὰ τὸ μὴ βούλεσθαι τῆς τροφῆς, ἀποκλείειν αὐτὸ τὸ ἐπιδούμενον, ὡς μηδ’ ὅλως διέρχεσθαί τι μέρος αὐτῆς. εἴ γέ τις σφίγγει γενναίως, ἀποκλείεται τελείως εὐθὺς μὲν καὶ τοῦ νεκρωθῆναι τὸ μόριόν ἐστι κίνδυνος.