Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Ὀθονίων πλήθει, μὴ πιέσει.

Καὶ πρόσθεν ἤδη πολλάκις ἐκέλευσεν οὕτω πράττειν, ἐφ’ ὦν ἀνώδυνον ἀκριβῶς βούλεται φυλάττεσθαι τὸ ἐπιδούμενον.

Ἀνιέντα πρῶτον τὸ μάλιστα δεόμενον καὶ ἀνατρίψει χρώμενον σαρκούσῃ καὶ καταχύσει ἄνευ ναρθήκων.

Πρῶτον εἴρηκεν ἤτοι κατὰ τὸν χρόνον ἢ κατὰ τὴν δύναμιν καὶ κατὰ τὸν χρόνον ἤτοι τῆς μιᾶς ἐπιδέσεως ἢ τῶν ἐφεξῆς ἀλλήλων παραβαλλομένων. ἐπεὶ δὲ ταῦτα πάντα εἰσὶν ἀληθῆ, διὰ τοῦτο δῆλόν ἐστι τὸ λεγόμενον, εἰ μὴ ἄρα ταῦτα πάντα βουλόμενος ἡμᾶς ἀκούειν, οὕτως ἔγραψεν. εὐθὺς οὖν ἐπ’ αὐτῆς τῆς πρώτης ἐπιδέσεως, ἐπειδὴ ταύτην ἐκ πολλοῦ ποιεῖσθαι χρὴ, τὴν μὲν πρώτην ἐπιβολὴν