Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἐφεξῆς γέγραπται τελειώτατα διά τε τοῦ περὶ ἀγμῶν καὶ τοῦ περὶ ἄρθρων, λανθανόντων ἐξηγεῖσθαι καὶ μεταφέρειν εἰς τόδε τὸ βιβλίον, ὅσα τελέως ἐν ἐκείνοις εἴρηται καὶ τοῦτο καὶ σαφῶς οὐχ ἡγοῦμαι προσήκειν. αἰσχρὸν γάρ μοί ἐστιν αὖθις τὰ ἀριζήλως εἰρημένα μυθολογεῖν, ὃ πάντων δεινότατον ἑρμηνεύειν τὸ νοηθὲν οὐκ ἐμοῦ μόνον φησίν. ὑπερβὰς κατὰ αὐτὰ, καὶ γὰρ σαφῶς εἴρηται τοῖς ἀνεγνωκόσι τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων, ἐπὶ τὰ συνεχῆ τρέψομαι.

Κεφάλαια, σχημάτων ἔθη, φύσεις ἑκάστου τῶν μελέων. τὰ εἴδεα ἐκ τοῦ τρέχειν, ὁδοιπορέειν, ἑστάναι, κατακεῖσθαι ἐκ τοῦ ἔργου, ἐκ τοῦ ἀφεῖσθαι.

Εὔδηλον κατ’ αὐτῆς τῆς ῥήσεως ὅτι τὸ βιβλίον τοῦτο γεγραμμένον ἐν τύποις ἐξεδόθη μετὰ τὸν τοῦ γράψαντος αὐτοῦ θάνατον. εἰώθασι γὰρ οἱ τὰ τοιαῦτα ἐκγράφοντες