Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

δίαιταν. ἐκθηλύνεται γὰρ ἅπαν ἀργούντων σῶμα καὶ ἄῤῥωστον γίνεται, κρατύνεται δὲ καὶ ῥώννυται πραττόντων αὐτῶν, τουτέστιν ἐνεργούντων, διττὴ ἡ πίστις τοῦ λόγου, πεῖρα μὲν ἁπάντων τῶν προσεχόντων τὸν νοῦν τοῖς ἐναργῶς φαινομένοις. ἡ δὲ ἀπὸ τῆς φυσικῆς κατασκευῆς ἔνδειξις ἐν τοῖς ὑγιεινοῖς ὑπομνήμασι λέλεκται. ἐν οὖν τοῖς κατὰ χειρουργίαν οὐ χρὴ παμπόλλῳ χρόνῳ φυλάττειν ἀκίνητα πεπονθότα μόρια, καθάπερ ἔνιοι ποιοῦσιν ἀσφαλείας ἕνεκεν, ἀλλὰ δεῖ κινεῖν αὐτὰ μετρίως, ὅταν ἀφλέγμαντα γένηται καὶ τοῦτο ἄρχεσθαι μὲν πράττειν, ὅταν ὕδωρ θερμὸν καταχέηται τοῦ πεπονθότος. ἐφεξῆς δὲ κἀν τοῖς λουτροῖς, εἶτα καὶ χωρὶς τούτων.

Ἢ πιέσει ἢ πλήθει.

καὶ τοῦτο αὐτὸ καθ’ ἑαυτὸ γεγραμμένον ἐν τύποις ὑπὸ τοῦ συγγράψαντος τὸ βιβλίον εἰς τοῦδε σαφῶς ἐγγραφόμενος