Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

οἱ πλεῖστοι μὲν, ὡς ἔφην, περιλαλήσαντες μόνον, ἀνεξήγητον εἴασαν τὴν ῥῆσιν, ὀλίγοι δ’ ἐπεχείρησαν κατὰ τὴν αὐτὴν λέξιν ἐφαπλῶσαι τὴν ὅλην διάνοιαν ἐξ αὐτῆς ἐπιδέσεως τὴν τοιάνδε. κελεύειν φασὶ τὸν Ἱπποκράτην τὰ μινυθήματα δι’ ἐπιδέσεως ἄρχεσθαι θεραπεύειν, ἵνα συντακέντα, τουτέστι καταλεπτυνθέντα πλέον αὐτὰ ἢ πρόσθεν ἐλελέπτυντο μεταβολὴν εἰς τοὐναντίον σχῆμα λαμβάνοιτο· πολλὰ γὰρ τῶν παθῶν οὕτω φασὶ θεραπεύεσθαι καὶ παραδείγματα φέρουσι, ναυτιώδεις δέ τινας ἐμετικῷ φαρμάκῳ θεραπευθέντας καὶ ἐκκρίνοντας συνεχῶς κάτω δριμέα διὰ καθαρτικοῦ ἰαθέντας. ἐνίους δὲ βήττοντας ὑπὸ τῶν βῆχα κινούντων σφοδρότερον. ἔνιοι δὲ αὐτῶν καὶ τοῦ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένου μέμνηνται κατὰ λέξιν οὕτως ἔχοντος· ἔστι δὲ ὅκου ἐπὶ τετάνου ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ, θέρεος μέσου, ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται. εἴπερ οὖν φασιν οὐ μόνον διὰ τῶν ἐναντίων τοῖς πάθεσι βοηθημάτων, ἀλλὰ καὶ τῶν ὁμοίων αἱ θεραπεῖαι γίγνονται καὶ νῦν οὕτως