Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

καὶ κατά τινας φλεγμονὰς ἢ κινήσεις τῶν ἀρτηριῶν ἀλγηδόνας ἀποτελεῖ. καὶ δεῖται τὰ τοιαῦτα παθήματα συμμετρίας ἀκριβοῦς τῶν στηριγμάτων, ὅπως μήτε χαλαρὰ τοῖς πεπονθόσι μέρεσι προσπίπτοντα κινουμένῳ διασείηται ῥᾳδίως αὐτὰ καὶ διὰ τοῦτο πόνον ἐπάγει. μήτε αὖ πάλιν αὐτὰ τὰ στηρίγματα περαιτέρω τοῦ προσήκοντος ἐρηρεισμένα θλίβην ἐργαζόμενα παροξύνει τὰς ὀδύνας. ἡ δ’ αὐτὴ συμμετρία τῆς τῶν ἐπιδέσμων περιβολῆς εἴρηται πρόσθεν αὐτῷ καὶ κατ’ ἄλλα τινὰ πάθη προσηκόντως γίγνεσθαι τῆς καταγματικῆς ἡλικίας καὶ ἐπιδέσεως χρῄζοντα. καὶ διὰ τοῦτο ἔφη νῦν, τούτων δὲ αἱ αὐταὶ συμμετρίαι· τούτων δὲ λέγων τῶν νῦν εἰρημένων, αὐτὰς δὲ τοῖς προειρημένοις συμμετρίας εἶναι φάσκων, εἶτα καὶ τῶν συμμέτρων αὐτῶν ἀναμιμνήσκων ἐν οἶς φησιν· ᾗ μὲν γὰρ τὰ σίνη μάλιστα πιέζει, τουτέστιν ἔνθα εἰσί. τὸ γὰρ ᾗ νῦν ἀντ’ ἐπιῤῥήματος τοπικοῦ, διὸ καὶ δασύνειν αὐτὸ καὶ περισπᾷν χρή. καὶ τοῦτο δὲ τούτῳ τῷ πάθει συμφέρον ἐπιτιθέναι κελεύων τὸ ἁρμόζον