Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

εἰ δὲ καὶ μὴ γένοιτό ποτε τοῦτο, τὴν τροφήν γε πάντως, ὥσπερ καὶ τῶν κατὰ τὸν μηρὸν μορίων, οὕτω καὶ κατὰ τὴν κνήμην ἀφαιρήσεται. πρόκειται μὲν οὖν ἡμῖν οὐδὲ λεπτῦναι τὸν μηρὸν, ἀλλ’ ἀναθρέψαι τὴν κνήμην. ἐπεὶ δὲ ὁ τῆς ἐπιδέσεως τρόπος ἀτροφώτερον τὸ μόριον ἐξ ἀναγκῆς ἐργάζεται προσιέμενοι τὴν τοιαύτην βλάβην ἄχρι τινὸς, εἶθ’ ὕστερον, ὅταν ἤδη μετρίως ἔσχῃ σαρκώσεως ἡ κνήμη, κοινὴν ἀμφοτέρων ποιούμεθα πρόνοιαν. ἀποστῆναι τοιγαροῦν χρὴ κἀνταῦθα τῆς ἐξηγήσεως, οἰομένων αὐτῷ τῷ λελεπτυσμένῳ μορίῳ τὰ ὑπερκείμενα καὶ καθ’ ἑκάτερον σκέλος ἐπιχειρεῖν συλλεπτύνειν, ἕνεκα τοῦ κρύπτεσθαι τὴν ἰσχνότητα τῶν ἠτροφηκότων καὶ μὴ κατάφωρον γίγνεσθαι, μηδὲ ἐξελέγχεσθαι τῇ παραθέσει τῶν εὐτροφούντων. οὐ μόνον γὰρ Ἱπποκράτης, ἀλλ’ οὐδὲ τῶν ἐπιτυχόντων ἰατρός τις ἠξίωσεν ἂν ἡμᾶς καλῶς ἰᾶσθαι.