In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)
ἡ μεσίτης ἡ αὐτὴ πᾶσιν ἔσται. ὅταν οὖν τὸ μῆκος τῆς
ἄκρας ἐκτάσεως καὶ κάμψεως σχῆμα κατὰ φύσιν εἶναι λέγομεν,
οὐ κατακριβωμένως, ἀλλ’ ἐν πλατεῖ νοεῖσθαί σε χρὴ
τὸ μέσον τοῦτο, καλεῖ δὲ ὁ Ἱπποκράτης αὐτὸ κοινόν· ἀλλ’
ὥσπερ ἀδύνατόν ἐστι κατὰ τὸ ἀκριβέστατον ἐν μέσῳ σχήματι
καθιστάναι τὴν χεῖρα, καθ’ ὃ μηδὲ βελόνης πάχος
ἑλεῖν ἢ προσθεῖναι δυνατόν ἐστιν, οὕτως οὐ χρὴ μέσου τοῦδε
πόῤῥω σχηματίζειν τὴν χεῖρα. κατὰ τοῦτο γὰρ ὁ τεχνικὸς
στοχασμὸς τοῦ μὴ τεχνικοῦ διαφέρει, τοῦ μὲν τεχνικοῦ
πλησίον ἀφικνουμένου τῆς ἀκριβοῦς συμμετρίας, τοῦ δὲ
ἰδιώτου πλεῖστον ὅσον ἐνίοτε σφαλλομένου. δύναιτο ἂν οὖν
καὶ κατὰ τοῦτο ὁ Ἱπποκράτης συμβουλεύειν τὸ ἐγγὺς τοῦ
ἐγγωνίου σχήματος φυλάττειν, ἐγγώνιον μὲν καλῶν τὸ κατ’
ὀρθὴν γωνίαν, ἀξιῶν δὲ στοχαζομένους ἡμᾶς αὐτῆς μὴ πόῤῥω
τῆς ἀκριβοῦς ἀφικνεῖσθαι συμμετρίας. ὃ δὲ ἔφην ἐγὼ διδάξειν
τοὺς νέους χρησιμώτατον ἐς τὰ παρόντα καὶ δὴ
φράσω, μεγίστην ἐν πᾶσι τοῖς κατ’ ἰατρικὴν δύναμιν ἔχειν