Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἐν ὀλίγοις δὲ σύν τε τῇ προθέσει καὶ τῷ ἄρθρῳ περὶ τῶν κατ’ ἰητρεῖον. ἀλλὰ τὰ μὲν τούτων βιβλία πλείονα θεωρήματα διδάσκει, τὸ δὲ Ἱπποκράτους μετὰ τὸν κατάλογον ἐξ ὧν ἡ χειρουργία συμπληροῦται, τὸν περὶ τῆς ἐπιδέσεως λόγον διέρχεται, τοῦτο πρῶτον ἀξιοῦντος ἀσκεῖσθαι τἀνδρός. καὶ μέντοι καὶ δύναται ἡ ἄσκησις αὐτοῦ γίγνεσθαι, μάλιστα μὲν ἐπὶ ξύλων ἐγγεγλυμμένων ἐς ἀνθρώπων ἰδέαν, εἰ δὲ μὴ, κατὰ γε τὰ τῶν παιδίων σώματα. ταῦτα μὲν οὖν αὐτὸ τὸ βιβλίον ἠνάγκασεν ἡμᾶς πρὸ τῶν κατὰ μέρος ἐξηγήσεων εἰπεῖν. ἃ δὲ οὐκέτι τὸ βιβλίον, ἀλλ’ οἱ μεταγράφοντες ἢ ἑτοίμως εἰς ὅπερ ἂν αὐτοὶ βουληθῶσι διεδέξαντο τῶν πρεσβυτέρων γραφὰς, ἤδη σοι δίειμι. τινὲς μὲν γὰρ καὶ πάνυ παλαιῶν βιβλίων ἀνευρεῖν ἐσπούδασαν πρὸ τριακοσίων ἐτῶν γεγραμμένα, τὰ μὲν ἔχοντες ἐν τοῖς βιβλίοις, τὰ δὲ ἐν τοῖς χάρτοις, τὰ δὲ ἐν διαφόροις φιλύραις, ὥσπερ τὰ παρ’ ἡμῖν ἐν Περγάμῳ. τάδ’ οὖν πάντα παρὰ τοῖς πρώτοις ἐξηγησαμένοις κατανοῆσαι προὐθέμην, ὅπως ἐκ τῶν πλείστων τε