Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

τὸ συμψαύειν, καὶ ἔστιν ὥσπερ ἀμείνων, οὕτω καὶ παλαιοτέρα ἡ διὰ τοῦ μάλιστα γραφή.

Ὧν δὲ συνεσταλμένα διαστεῖλαι σὺν μὲν φλεγμονῇ τἀναντία, ἄνευ δὲ ταύτης παρασκευὴ μὲν τοιαύτη, ἐπιδέσει δὲ ἐναντίη.

Τὰ συνεσταλμένα τοῖς ἐκπεπταμένοις ἐναντίως διάκειται· τῶν μὲν γὰρ ἐκπεπταμένων τὰ χείλη πλεῖστον ἀλλήλαις κεχώρισται πρὸς τοὺς ἐναντίους τόπους, ὥστε τὸ ἕτερον ἐπὶ τὸ δεξιὸν ἀποκεχωρηκὸς εἴη, τὸ λεῖπον ἐπὶ τὴν, ἐν ἀριστεροῖς χώραν μεθίσταται. τούτοις δ’ ἔμπαλιν τὰ συνεσταλμένα προσελήλυθεν ἀλλήλοις οὕτως, ὡς ἤτοι τὸ ἕτερον ἐπικεῖσθαι θατέρῳ ἢ οἷον δεδηλῶσθαί πως ἑκάτερον ἢ πεπρᾶχθαι, καθάπερ τὰ ἑλισσόμενα. καὶ συμβαίνει ἐνίοτε διὰ τὴν φλεγμονὴν καὶ τοῦτο γίγνεσθαι παραπλησίως τῷ ἐναντίῳ παθήματι, καθ’ ὃ πλεῖστον ἀλλήλων ἀπῆχθαι πρὸς τὰ ἐναντία