Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

καὶ ἀξιοπιστοτάτων εὕροιμεν τὰς γνησίας γραφάς. καὶ μοι τὸ πρᾶγμα κρεῖττον τῆς ἐμῆς ἐλπίδος εὑρεθέν. συμφωνοῦντα γὰρ ἅπαντα ὀλίγου δεῖν εὗρον ἀλλήλοις τά τε συγγράμματα καὶ τὰ τῶν ἐξηγητῶν ὑπομνήματα, ὥστε θαυμάζειν συνεπῆλθέ μοι τὴν τόλμαν τῶν χθὲς καὶ πρώην τὰ ὑπομνήματα γραψάντων ἢ πάντων τῶν Ἱπποκράτους βιβλίων ἰδίαν ἔκδοσιν πεποιημένων, ἐξ ὧν εἰσι καὶ οἱ περὶ Διοσκορίδην καὶ Ἀρτεμίδωρον τὸν ἐπικληθέντα Καπίτωνα πολλὰ περὶ τὰς ἀρχαίας γραφὰς καινοτομήσαντες. καί μοι μακρὸς ὁ λόγος ἔδοξεν εἶναι τῶν ὑπομνημάτων, εἰ πασῶν τῶν γραφῶν μνημονεύοιμεν. βέλτιον οὖν εἶναι ὑπέλαβον τὰς παλαιὰς μόνον γράψαι, προστιθεὶς ὀλίγας τινὰς αὐταῖς, ὅσαι βραχὺ μετακεκίνηνται καὶ τούτων καὶ αὐτῶν ἐκείνας μᾶλλον, ὅσαι παρὰ τοῖς ἔμπροσθεν ἐξηγησαμένοις τὸ βιβλίον ὡμολόγηνται, τέτταρες δέ εἰσιν αὐτῶν, δύο μὲν εἰς ἅπαντα βιβλία Ἱπποκράτους γράφοντες ὑπομνήματα Ζεῦξίς τε καὶ Ἡρακλείδης, οὐκ εἰς πάντα δὲ Βακχεῖος καὶ Ἀσκληπιάδης δυσλόγιστα.