Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

καὶ τούτων μὲν ἅλις, ἀναλαβόντες δὲ χάριν σαφεστέρας ἀρχῆς διὰ βραχέων ἐροῦμεν, ὡς εἰ καὶ μηδὲν προειρήκαμεν. τὸ κατ’ ἰητρεῖον ἐπιγραφόμενον Ἱπποκράτους βιβλίον ἐν ἀρχῇ μὲν ἔχει κοινὸν ἁπάσης τέχνης προοίμιον, ὡς ὀλίγον ὕστερον δείξω, καὶ διὰ τοῦτό τινες εἰκότως ἠξίωσαν αὐτὸ πρῶτον ἁπάντων ἀναγινώσκεσθαι, παραπλησίαν ἐπαγγελλόμενοι διδασκαλίαν, ἣν ἐς ὕστερον ἐποιήσαντό τινες ἐν ταῖς ὑπ’ αὐτῶν ἐπιγραφομέναις εἰσαγωγαῖς· ἐφεξῆς δὲ τῷ κοινῷ προοιμίῳ περὶ τῶν κατὰ τὸ ἰατρεῖον ἐνεργεῖσθαι δυναμένων διδάσκει τὰ χρησιμώτατα τοῖς ἀρχομένοις μανθάνειν τὴν ἰατρικὴν τέχνην. ὅτι δ’ οὕτω ταῦτα ἔχει φανεῖταί σοι προσέχοντι τὸν νοῦν ἀκριβῶς ταῖς ἐξηγήσεσι τῶν ῥήσεων αὐτῶν.

Ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῥηΐστων, ἀπὸ τῶν πάντη πάντως γιγνωσκομένων.