Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Εἴτε τὸ ὑγιαίνειν εἴτε τὴν ὑγίειαν εἴτε ἄλλο τι τοιοῦτον τῆς ἰατρικῆς τέχνης τέλος εἶναί τις φαίη, τοῦτο μὲν αὐτὸ δι’ ἑαυτοῦ σπουδάζεται τοῖς μετιοῦσι τὴν τέχνην· καὶ δῆλον ὅτι θεωρία τίς ἐστιν, ἣν μαθεῖν χρὴ τὸν μέλλοντα ἐπαναρθοῦσθαι τὴν κατὰ φύσιν ἡμῶν εἴτε διάθεσιν εἴτε διοίκησιν εἴτε κατασκευὴν εἴτε ἄλλο καλεῖν ἐθέλοι τις. οὐ δι’ ἑαυτὰ δὲ τὰ ἄλλα πάντα τὰ κατὰ τὴν τέχνην ἢ μανθάνομεν ἢ διδάσκομεν ἢ ὅλως ἀκούομεν, ἀλλ’ ὅτι τῷ τέλει χρήσιμον ἕκαστον αὐτῶν γίγνεται· οἷον εὐθέως τὸ διαγνωστικὸν μέρος τῆς τέχνης, ὃ καλοῦσιν οἱ νεώτεροι σημειωτικὸν, ἀναγκαῖόν ἐστιν ἠσκῆσθαι, πρότερον τοῦ θεραπευτικοῦ τοῖς μέλλουσι καλῶς ἰατρεύειν ἕνεκα τοῦ τὰς διαφορὰς τῶν νοσημάτων ἐπὶ τῶν καμνόντων ἀκριβῶς γνωρίζειν, ἐπειδὰν ἔχωσι τὸ παραπλήσιον. οὐ διοίσει δ’ ἐν τῷ μέλλοντι περαίνεσθαι λόγῳ τὴν ἀντικειμένην τῇ κατὰ φύσιν διοικήσει τοῦ σώματος ἡμῶν διάθεσιν ὀνομάζειν ἀμφοτέραις ταῖς προσηγορίαις, ὥσπερ γε καὶ δι’ ἔθους ἐστὶ πᾶσι τοῖς Ἕλλησι