Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

καὶ ποτὲ μὲν νόσημα καλοῦσιν ὅλον τοῦτο τὸ γένος, ἔστι δ’ ὅτε πάθος. ὁ τοίνυν γενικώτατος αὐτοῦ σκοπὸς νῦν διδάσκεται, καθάπερ τοῦ θεραπευτικοῦ μέρους τῆς τέχνης. ὡς γὰρ ἐπ’ ἐκείνου τὰ ἐναντία τῶν ἐναντίων ἰάματα, ἅτε κοινὸς ἁπάσης θεραπείας ὑπάρχει σκοπὸς, οὕτως ἐνταῦθα τοῦ διαγνωστικοῦ μέρους τῆς τέχνης ὁ κοινότατος σκοπός ἐστι, διαγιγνώσκειν δύνασθαι, κατὰ τί μὲν ὅμοια τὰ περὶ τὸ σῶμα τοῦ κάμνοντός ἐστι τῶν ὑγιαινόντων ὡς μάλιστα, καθάπερ αὐτὸς Ἱπποκράτης ἐν προγνωστικῷ διῆλθε. πρῶτον μὲν τὸ πρόσωπον τοῦ νοσέοντος εἰ ὅμοιόν ἐστι τοῖσι τῶν ὑγιαινόντων, μάλιστα δὲ εἰ αὐτῷ ἑωυτῷ τις ὅμοιός ἐστι κατά τι κράτιστον σκοπεῖσθαι. τὸ αὐτὸ τοῦτο κἀν τῷ περὶ ἄρθρων ἐδήλωσεν, ἔνθα παραβαλεῖν ἀξιοῖ τῷ κατὰ φύσιν ἔχοντι μέρει τοῦ σώματος τὸ πεπονθός. οὐ γὰρ ἁπλῶς εἶπεν, οὐδὲ ἐκεῖ τὴν παραβολὴν εἶναι χρὴ, ἀλλὰ τοῦ πάσχοντος ἀνθρώπου τὰ δεξιὰ τοῖς ἀριστεροῖς παραβαλεῖν ἐκέλευσε, μὴ τἀλλότρια ἄρθρα καθοράοντα, τουτέστι μὴ τὰ τῶν ἄλλων ἀνθρώπων. αὐτὸ δὴ τοῦτο καὶ νῦν ἀξιοῖ σε