Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

πράττειν εἰπὼν ἢ ὅμοια ἢ ἀνόμοια ἐξ ἀρχῆς ἀπὸ τῶν μεγίστων, ἀπὸ τῶν ῥηΐστων, ὡς εἰ καὶ οὕτως εἶπε· τὰ τῶν καμνόντων σώματα προσήκει διαγιγνώσκειν εὐθὺς ἐξ ἀρχῆς, κατὰ τί μὲν ὅμοια τοῖς τῶν ὑγιαινόντων ἐστὶ, κατὰ τί δὲ ἀνόμοια. τοῦτο γὰρ ποιοῦντες ἀπὸ τῶν μεγίστων μὲν τῇ δυνάμει, ῥᾴστων δὲ γνωσθῆναι τὰς σημειώσεις τῶν παθῶν ποιησόμεθα. χρὴ γὰρ γιγνώσκειν ἡμᾶς ὡς οὐκ ἄλλα μέν ἐστι μέγιστα, ῥᾷστα δὲ ἄλλα. τοῖς γὰρ αὐτοῖς σημείοις ὑπάρχει μεγίστοις μὲν εἶναι τῇ δυνάμει, εἰς διάγνωσιν δὲ ῥᾴστοις, ὡς τοῖς ἐν τῷ προγνωστικῷ κατὰ τὴν ἀρχὴν εὐθὺς γεγραμμένοις ἐν τῇδε τῇ ῥήσει· ῥὶς ὀξεῖα, ὀφθαλμοὶ κοῖλοι, κρόταφοι ξυμπεπτωκότες. ὅσα τε τούτων ἐφεξῆς εἴρηται. ταῦτα γὰρ ὅτι τὴν μεγίστην ἔχει δύναμιν εἰς πρόγνωσιν οὐδεὶς ἀγνοεῖ τῶν κατὰ τὰ μέτρια τοῖς ἔργοις τῆς τέχνης ὡμιληκότων· ὅτι δὲ τὴν διάγνωσιν ἔχει ῥᾴστην, ἴσασι τοῦτο καὶ οἱ τῆς τέχνης ἰδιῶται πάντες. οὐδὲν γὰρ ἄλλο πρότερον μέρος τοῦ σώματος εὐθὺς εἰσελθών τις ἐπὶ τὸν ἄῤῥωστον ὁρᾷ τοῦ προσώπου. ἑαυτῷ μὲν οὖν ὁ κάμνων