Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

παραβαλλόμενος, ὡς ἐκέλευσεν, ἀσφαλεστέραν τε ἅμα τὴν διάγνωσιν ἴσχει καὶ οὕτως ἐπὶ τῶν μεγίστων τε ἅμα καὶ ῥᾴστων ἀρχόμενος, ἤδη τὸ τῆς τέχνης ἐξετάζοιτο. τάχα δ’ ἄν ποτε καὶ σφαλείη τις ἐπὶ τῶν φύσει μὲν ἐχόντων ὀξεῖαν τὴν ῥῖνα, τοὺς δ’ ὀφθαλμοὺς κοίλους καὶ τοὺς κροτάφους συμπεπτωκότας· ἀλλ’ ἐὰν εὕρωμεν ὅμοιον τῷ τῶν πολλῶν ἀνθρώπων τὸ τοῦ κάμνοντος σῶμα, σαφὴς ἡ διάγνωσις ἔσται τοῦ μηδεμίαν νόσον ἐπὶ τοῦτο μοχθηρὰν ἐνυπάρχειν ἢ διάθεσιν· ἐὰν δὲ κατὰ τὸ γεγραμμένον ὑφ’ Ἱπποκράτους ἐπισκεψόμεθα, τἄλλα τὰ κατὰ τὸ πᾶν σῶμα σημεῖα, κἂν φαίνηται σωτήρια, τοιοῦτον τῇ φύσει τὸ πρόσωπον τοῦ κάμνοντος ἐλπίσαντες, ἀκριβεστέρας διαγνώσεως χάριν ἐρησόμεθα τῶν ἐπισταμένων αὐτὸν ἔμπροσθεν. ὁμολογήσαντες δὲ βεβαιοτέραν τὴν πρόγνωσιν ἕξομεν, οὐ μὴν ὁμοίως γε ἐπιστημονικὴν, ὡς εἰ καὶ γιγνώσκοντες αὐτοὶ τύχωμεν τὸν κάμνοντα καὶ μᾶλλόν γέ τοι συμφύσαντες αὐτῷ. τὸ γὰρ ἑωρακέναι πολλάκις ὑγιαίνοντα τὸν νῦν παρὰ φύσιν ἔχοντα, διαγνωστικωτέρους ἡμᾶς ἐργάζεται τοῦ ποσοῦ τῆς διαφορᾶς