Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

μυῶν καὶ αὐτοὶ πολλάκις οἱ μύες σκιῤῥούμενοι καὶ φλεγμαίνοντες, ἔτι δὲ θλασθέντες ἢ βύθιον ῥῆγμα ἔχοντες ἢ καί τινων ἰνῶν ἀποῤῥαγεισῶν ἐν αὐτοῖς ἀδύνατοι γίγνονται πρὸς τὸ μετέωρον ἀναφέρειν τὴν χεῖρα· δι’ αὐτὰ δὲ ταῦτα καὶ ὀδυνῶνται κατὰ τὰς κινήσεις, οὐ μόνον ταύτας, ἀλλὰ καὶ τὰς ἄλλας τῆς χειρός. ἡ δὲ κατὰ τὴν ἐπωμίδα κοιλότης κοινὴ καὶ αὐτὴ πρὸς ἐπίσπασμα. ὁ δὲ ἐν μασχάλῃ παρὰ φύσιν ὄγκος σκληρὸς καὶ ἐπιφερὴς, ἱκανὸν σημεῖον ἐκπεπτωκότος βραχίονος, ὥστε μόνῳ γε αὐτῷ πιστεύσας οὐκ ἂν ἁμάρτοι, καὶ μέντοι καὶ ῥᾴστην ἔχει τὴν διάγνωσιν ἐνταῦθα καὶ χρὴ μόνον εἰς τὴν μασχάλην τοὺς δακτύλους ἐνθέντα ψαῦσαι τῆς ἐξοχῆς καὶ φανεῖται σαφῶς ἡ κεφαλὴ τοῦ βραχίονος ἐνταῦθα. τὰ δὲ τῶν μυῶν πάθη διὰ τὸ μήτ’ ἀνατείνειν δύνασθαι τὸν βραχίονα μήτε ἀνωδύνως κινεῖν, γεγυμνασμένου τε δεῖται λογισμοῦ καὶ πολλῆς περισκέψεως χρῄζει. συνεισέρχεταί γε μὴν καὶ τούτων ἡ γνῶσις τοῖς μεγίστην τε δύναμιν ἔχουσι καὶ ῥᾴστοις γνωσθῆναι, ἐάν τ’ ἐμπειρικῶς ἐάν τε λογικῶς μεταχειρίζηταί τις τέχνην.