Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἔγραψεν, ἃ δὲ οὐκ ὀλίγα τῶν κατὰ τὸ προγνωστικὸν εἰρημένων ὑπ’ αὐτοῦ, τὰ μὲν οὐ μέγιστα, τὰ δὲ οὐ ῥᾷστα, τὰ δὲ συναμφότερον ἔχοντα, μήτε μέγιστα εἶναι μήτε ῥᾷστα φανεῖταί σοι σκοποῦντι, περὶ ὧν ἐπὶ πλέον μὲν ἐν τῇ κατ’ ἐκεῖνο τὸ βιβλίον ἐξηγήσει λέλεκται, ῥηθήσεται δὲ νῦν ὀλίγα παραδείγματος ἕνεκα. τὸ γὰρ ὕπτιον κεῖσθαι καὶ τὰς χεῖρας ἔχειν καὶ τὰ σκέλη παραπλησίως κείμενα τοῖς παρέτοις, οὐ κατὰ διάθεσιν μοχθηρὰν, ἀλλὰ διὰ μαλακίαν ἐγγίγνεται τοῦ κάμνοντος ἢ τρυφὴν ὑπερβάλλουσαν· ὥστε εἰ μὴ τὸ ἦθος εἰδείημεν αὐτοῦ, σφαλησόμεθα. γιγνώσκειν δὲ ὧν ἐπισκεπτόμεθα πάντων τὰ ἤθη τῶν ἀδυνάτων ἐστὶ καὶ διὰ τοῦτο ἐπ’ ὀλίγου μόλις αὐτὰ διερωτητέον, εὑρίσκομεν ἐνίοτε μὲν οὐ μέγα δηλοῦντα, καθάπερ ἐπὶ τῆς κατακλίσεως, ἐνίοτε δὲ μέγιστα, ὡς ἐπὶ τῶν κοσμίων ἤτοι τὸ βλέμμα θρασύτερον καὶ τὴν φωνὴν ἐχόντων. κατὰ τὰ αὐτὰ δὲ κἀπὶ τῆς ψοφούσης φύσης· ἢ γὰρ ὀδύνην ἢ παραφροσύνην σημαίνει τοῖς αἰδουμένοις τοῦτο πράττειν, ἀκουόντων