Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ὁ κατὰ τὴν προτεραίαν σφαλεὶς ὑπὸ προπετείας ἀπερισκέπτως ἀποῃνάμενος, ὡς κατὰ φύσιν ἔχειν τὸ ἄρθρον. ἀφικνούμενος οὖν ἐπὶ τὸν κάμνοντα καὶ θεασάμενος αὐτοῦ δύο φαυλοτέρους ἰατροὺς ἠγανάκτησε μὲν ὡς ἀτιζόμενος, οὐκ ἐμφήνας δὲ αὐτὸ τοῦτο τῷ κελεύσαντι, προπετέστερον ἔτι διὰ τὸ καὶ θυμοῦσθαι κατὰ φύσιν ἔχειν ἀπεφήνατο τὴν διάρθρωσιν, ὁμοίας εὑρίσκων ἀμφοτέρας τὰς ἐπωμίδας, ὡς ἂν καὶ φλεγμονή τις ἦν προπεφυκυῖα τοῦ πληγέντος ὤμου. καταντλησάμενον οὖν ὕδατι πολλῷ θερμῷ τὸν κάμνοντα, παραχεομένου συνεχῶς ἐλαίου δαψιλῶς ἐκέλευσεν ἐρίοις αὖθις ἐνειλιχθέντα παραπλησίως ἡσυχάζειν. ὡς δὲ τούτων γενομένων οὐδὲν ὤνητο, τῇ τρίτῃ τῶν ἡμερῶν ἐκλήθην κἀγὼ καὶ θεασάμενος τὸν ἀνώδυνον ὦμον κοιλοτέραν ἔχοντος τὴν ἐπωμίδα τοῦ πεπονθότος, ὡς ἂν ηὐξημένης τῆς φλεγμονῆς ἐσκόπουν ἐπιμελῶς τὸν δοκοῦντα κατὰ φύσιν ἔχειν ὦμον. ἐφαίνετο γάρ μοι τὸ κατ’ αὐτὸν ἀκρώμιον ἄνω κεχωρηκέναι. κινηθεὶς οὖν ἐκ τούτου τε καὶ τοῦ μηδὲν ἐκ τῆς προσηκούσης θεραπείας ὠφελῆσθαι τὸν ἄνθρωπον εἰς