Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἴδια καὶ τὰ κοινὰ, μὴ ὅτι χρόνον πολὺν ἀναμείνας, ὥσπερ ὁ ἐμπειρικὸς, ἀλλὰ μηδεμίαν ἡμέραν ἢ ὥραν. νοήσας γὰρ ἐκπεπτωκότα τῆς ἰδίας βραχίονα χώρας καὶ πρὸς τὴν μασχάλην ἐνηνεγμένον, πρῶτον μὲν ὡς ἐνταῦθα παρὰ φύσιν ὄγκος φανεῖται συνεπινοεῖ, δεύτερον δὲ ὅτι κοῖλος ὁ κατὰ τὴν ἐπωμίδα τόπος ἔσται, τῆς πρότερον ἐν αὐτῷ κεφαλῆς τοῦ βραχίονος ἐστερημένος, εἰς τὸ κατὰ τὴν μασχάλην χωρίον μεθεστηκυίας, προσέτι δὲ καὶ ὡς ὁ τῆς ὠμοπλάτης αὐχὴν, ὃς ἐπικείμενος τῷ βραχίονι ἀνατείνεσθαι τὴν χεῖρα κωλύει καὶ ὡς ὀδυνήσονται σφοδρῶς οἱ μύες ἰσχυρῶς τεινόμενοι, κινεῖν οὕτως τὸν βραχίονα προαιρούμενοι· ὡσαύτως δὲ καὶ ὅτι παρὰ τὰς πλευρὰς παράγειν ἐπιχειροῦσι τὸ πεπονθὸς κῶλον ὀδυνᾶσθαι συμβήσεται. ὥστε καὶ οὕτως εἴσεται πάντη τε καὶ πάντως οὐ μόνον τὰ μεγίστας ἔχοντα δυνάμεις, ἀλλὰ καὶ τὰ ἄλλα. διὰ μιᾶς γὰρ ὁδοῦ πάντα εὑρίσκεται, διὰ τῆς ἑτέρας ἀγνωθῆναι τοῖς μὴ ῥᾴστοις εὑρίσκομεν, ἀλλὰ κατ’ ἔνδειξιν. ἡ γὰρ ἐν τῇ μασχάλῃ κεφαλὴ τοῦ βραχίονος ἑτοιμοτάτην ἔχει τὴν δύναμιν, ἡ δὲ