Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ψυχικῶν δυνάμεων ἀριθμοῦ βέλτιον ἐνόμισα πρὸς τὴν τοῦ κοινοῦ λόγου πραγματείαν ἀναπέμψαι τὸν βουλόμενον ἀκριβέστερον περὶ τούτων γνῶναι, διερχομένης δὲ τῆς ἄλλης ζητήσεως ἐν τῷ λέγειν, ἀπὸ τῆς τοῦ ὁμοίου καὶ ἀνομοίου θεωρίας ἄρχεσθαι, διὰ τὸ μὴ πάνυ τι διηρθρωμένως νοεῖσθαι πᾶσιν, ὅτι εἴ τι διαφέρει τοῦ ὁμοίου τὸ ταὐτὸν, ἑκὼν καὶ ταύτην παρέλιπον ἐν ἑτέροις ἐξειργασμένην. ἐμπίπτει γὰρ εἰς τὴν περὶ αὐτῆς σκέψιν ἄλλα τέ τινα ἃ καὶ ταύτην παρέλιπον, τὸ πότερον ἐπὶ τοῖς αὐτοῖς ἢ ὁμοίοις οἱ τηρήσεις μὲν τοῖς ἐμπειρικοῖς γίγνονται. τινὲς μὲν γὰρ καὶ αὐτῶν τῶν ἐμπειρικῶν ἐπὶ τοῖς ὁμοίοις ἔφασαν, οἱ δὲ ἀκριβέστεροι τὴν ἀκολουθίαν διασώζοντες ὅλης ἑαυτῶν τῆς ἀγωγῆς ἐπὶ τοῖς αὐτοῖς φασι τὰς τηρήσεις ἁπάσας γίγνεσθαι, τάς τε παθογνωμικὰς ὀνομαζομένας καὶ τὰς προγνωστικὰς καὶ τὰς θεραπευτικάς. Δίωνα φρενετίζοντα Θέωνι φρενετίζοντι, καθόσον ἀμφότεροι φρενετίζουσι, τὸν αὐτὸν εἶναι. τινὲς δ’ οὐδ’ ἁπλῶς λέγεσθαί φασι τὸ ὅμοιον, ἀλλὰ καὶ νοεῖσθαι