Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

καὶ λέγεσθαι διττῶς· ἓν μὲν γὰρ ὅμοιον ἀπαράλλακτον νοεῖσθαι, καθάπερ τοὺς Διοσκόρους, ἕτερον δὲ οὐ τοιοῦτον, ἀλλ’ ἐν ᾧ τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν. οὐ μὴν παρὰ τοῖς παλαιοτάτοις ἰατροῖς τε καὶ φιλοσόφοις, ὧν ἔτι συγγράμματα διασώζεται, τοιαύτη χρῆσις εὑρίσκεται συγκεχυμένως καὶ ἀδιαρθρώτως χρωμένων αὐτῶν τῇ τῶν ὁμοίων προσηγορίᾳ, ποτὲ μὲν ἐπὶ τῶν αὐτῶν εἶδος ἐχόντων ἀπαράλλακτον, ὡς τὸν ἀριστερὸν ὀφθαλμὸν τῷ δεξιῷ, θεωρουμένοις ἀμφοῖν ἐφ’ ἑνὸς ἀνθρώπου, ποτὲ δ’ ἂν καὶ ἐπὶ διαφερόντων ἀνθρώπων, ὁ μὲν γλαυκὸς, ὁ δὲ χαροπὸς ἢ μέλας, ἢ καθόσον ὀφθαλμοὶ καὶ τούτους ὁμοίους λέγουσιν εἶναι, μᾶλλον δὲ αὐτοῖς ἐστι καὶ συνηθέστερον τὸν γλαυκὸν τῷ γλαυκῷ, τὸν χαροπὸν τῷ χαροπῷ λέγειν ὅμοιον, καθάπερ γε καὶ τὴν ῥῖνα τὴν μὲν γρυπὴν τῇ γρυπῇ, τῇ δὲ σιμῇ τὴν σιμὴν, τῇ δὲ εὐθείᾳ τὴν εὐθεῖαν ὁμοίαν εἶναι.

Τὰ δ’ ἐς χειρουργίαν κατ’ ἰητρεῖον.