Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

Αἱ τοιαῦται βραχυλογίαι προδήλως ὑφ’ ἑκόντων γίγνονται, ἀσαφῶς ἑρμηνεῦσαί τι βουληθέντων. ὅπου γὰρ ἐνίοτε μὲν ὀνόματος ἑνὸς ἢ ῥήματος ἢ δυοῖν ἢ τὸ πλεῖστον τριῶν προσθέσει τὸν λόγον ἐργάσασθαί ἐστι σαφῆ, πῶς οὐκ ἄν τις ἀσάφειαν ἐπιτηδεύεσθαι φαίη τοὺς οὕτω συγκειμένους λόγους; ἐγὼ γοῦν ἐρῶ τὸν τύπον τῆς λέξεως, ᾧ τις ἂν χρησάμενος ἡγήσαιτο σαφῆ τὸν λόγον. ἔσται δὲ τοιόσδε τις· ἡ μὲν ἰατρικὴ πᾶσα κοινὸν τὸν σκοπὸν εἰς τὰς διαγνώσεις τῶν παθῶν, ὁμοιότητά τε καὶ ἀνομοιότητα πρὸς τοὺς ὑγιαίνοντας ἐκ τῶν ἐναργῶς αἰσθήσει τε καὶ νοήσει φαινομένων, τήν τε εὕρεσιν ἴσχουσα καὶ τὴν κρίσιν. ἐγὼ δὲ ταύτης ἐρῶ τὰ κατὰ χειρουργίαν μόνον, ἃ ἐν ἰατρικῇ δύναται δείκνυσθαί τε τοῖς μανθάνουσι καὶ περὶ τοὺς πάσχοντας ἐνεργεῖσθαι. οὕτως ἄν τις μὲν εἶπε σαφῶς ἑρμηνεῦσαι βουλόμενος. γράφουσι δ’ ἔνιοι τοῦ κατ’ ἰητρεῖον ὀνόματος τὴν ἐσχάτην συλλαβὴν διὰ τοῦ η΄ καὶ εἰ βούλῃ, κατὰ τὴν ἰατρικὴν, οὐ κατὰ τὸ χωρίον, ὃ καλοῦμεν ἰατρεῖον,