Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

τὸ, ὅκως, ἡμεῖς μὲν διὰ τοῦ π λέγομεν ὅπως. σημαίνει δ’ οὐ παρ’ ἡμῖν μόνον, ἀλλὰ καὶ παρὰ τοῖς Ἴωσι τὴν οἷον ποιότητα τῶν διδασκομένων πραγμάτων. οὐ γὰρ μόνον ὅπου χρὴ κατακείμενον ἢ καθήμενον χειρουργεῖσθαι τὸν πεπονθότα τόπον, ἐπίστασθαι τοῖς μανθάνουσι τὴν τέχνην, ἀλλὰ καὶ τὸ πῶς ἔχει σχήματος. οὕτως δὲ καὶ τὸν ἐνεργοῦντα καὶ τοὺς ὑπηρετοῦντας αὐτῷ. καὶ τῶν ὀργάνων ἡ θέσις οὐ μόνον ἐπιτήδειον ἔχειν δεῖται τόπον, ἀλλὰ καὶ παρεσκευάσθαι κατὰ τάξιν. οὕτως ἂν εὐληπτότατον ἕκαστον εἴη καὶ αὐτῷ τῷ ἰατρῷ καὶ τοῖς ὑπηρέταις αὐτοῦ. φαίνεται δὲ ἐντεῦθεν παραλελοιπὼς τὰ ἄρμενα συνεπινοεῖσθαι, συντίθεσθαι τοῖς ὀργάνοις δυνάμενα. ὅπως δὲ πάλιν αὐτῶν ἐφεξῆς ἀτάκτως ἐμνημόνευσε, μετ’ ὀλίγον ὀψόμεθα. νυνὶ δὲ τὰ συνεχῆ τοῖς εἰρημένοις ἐξαπλωτέον, ἔνθα φησίν· ὅσα οἷς ὅκως ἀναφέρεται δηλονότι τούτων ἕκαστον ἐπὶ τὰ προειρημένα, ἃ παρασκευασθησόμενα πρὸς τὴν χειρουργίαν προσήκει γιγνώσκεσθαι τοῖς μανθάνουσιν, ὁπόσα τέ ἐστι καὶ οἷς τέ τισιν αὐτῶν καὶ ὅπως χρηστέον, ἵνα τὸ