Digital Corpus for Graeco-Arabic Studies

Galen: In Hippocratis De Officina Medici (On Hippocrates' Surgery)

ἀναγκαῖόν ἐστι γίγνεσθαι. τὰ μὲν οὖν ὑφ’ ὧν ὅ τε ἰατρός ἐστι καὶ οἱ ὑπηρέται τὰ δὲ δι’ ὧν, τά γε ὄργανα, τὰ δὲ μεθ’ ὧν, τό τε φῶς καὶ ὁ τόπος. περὶ ἃ δὲ τό τε σύμπαν σῶμα τοῦ χειριζομένου καὶ τὸ πεπονθὸς μόριον. ἐν δὲ τῇ προκειμένῃ ῥήσει καὶ ταῖς ἐφεξῆς ἕκαστον τούτων ὁποῖον εἶναι χρὴ διδάσκει, μὴ φυλάττων τὴν τάξιν, ἐν ᾗ τὸν κατάλογον ἐποιήσατο· πάντως γὰρ ἂν ἐπὶ τοῦ ἀσθενοῦντος ἤρξατο. σύνηθες δὲ τοῖς παλαιοῖς ἅπασι τοῦτο καὶ μυρία παρὰ πάντων αὐτῶν βουληθεὶς ἐκλέξῃ παραδείγματα. πρὸς δὲ τὸ παρὸν ἀρκήσειε παρὰ τοῦ ποιητοῦ τό τε κατὰ τὸ β΄ τῆς Ἰλιάδος εἰρημένον ἐν τῷ καταλόγῳ·

Τίς τ’ ἂρ τῶν ὄχ’ ἄριστος ἔην, σύ μοι ἔννεπε Μοῦσα,
Ἀνδρῶν ἠδ’ ἵππων, οἳ ἅμ’ Ἀτρείδῃσιν ἕποντο.

πρώτους γὰρ εἰπὼν τοὺς ἄνδρας, εἶτ’ ἐφεξῆς τοὺς ἵππους, οὐ περὶ πρώτων τῶν ἀνδρῶν ἀπέδωκε τὸν λόγον, ἀλλά γέ φησιν·